Book 7
102
λέγουσι δὲ καὶ ὡς ἂν ἀπορήσῃ τροφῆς αὑτὸν κατεσθίει. ὧν εἷς ἐστι καὶ ὁ κωμῳδιοποιὸς Φερεκράτης. οὗτος γὰρ ἐν τοῖς ἐπιγραφομένοις Ἀγρίοις φησίν ἐνθρύσκοισι καὶ βρακάνοις καὶ στραβήλοις ζῆν ὁπόταν δ᾽ ἤδη πεινῶσιν σφόδρα ὡσπερεὶ τοὺς πουλύποδας νύκτωρ περιτρώγειν αὑτῶν τοὺς δακτύλους; καὶ Δίφιλος ἐν Ἐμπόρῳ· πουλύπους ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας. β. οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε. τοῦτο δ’ ἐστὶ ψεῦδος. ὑπὸ γὰρ τῶν γόγγρων διωκόμενος τοὺς πόδας ἀδικεῖται., λέγεται δ’ ὡς, ἄν τις ταῖς θαλάμαις αὐτοῦ ἅλας ὑποσπείρῃ, εὐθέως ἐξέρχεται. ἱστορεῖται δὲ καὶ ὅτι φεύγων διὰ τὸν φόβον μεταβάλλει τὰς χρόας καὶ ἐξομοιοῦται τοῖς τόποις ἐν οἷς κρύπτεται, ὡς καὶ ὁ Μεγαρεὺς Θέογνίς φησιν ἐν ταῖς ἐλεγείαις· πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ τῇ προσομιλήσῃ τοῖος ἰδεῖν ἐφάνη. ὁμοίως ἱστορεῖ καὶ Κλέαρχος ἐν δευτέρῳ περὶ παροιμιῶν παρατιθέμενος τάδε τὰ ἔπη, οὐ δηλῶν ὅτου ἐστί· πουλύποδός μοι, τέκνον, ἔχων νόον, Ἀμφίλοχ᾽ ἥρως, τοῖσιν ἐφαρμόζου τῶν κεν κατὰ δῆμον ἵκηαι.