Book 7
118
Σάλπη . Ἐπίχαρμος Ἥβας γάμῳ· ἀόνες φάγροι τε λάβρακές τε καὶ τὸ πίονες σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δ’ ἐν τῷ θέρει. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ μορίων ἅπαξ τίκτειν φησὶν αὐτὴν τοῦ μετοπώρου. ἐστὶ δὲ πολύγραμμος καὶ ἐρυθρόγραμμος, ἔτι δὲ καρχαρόδους καὶ μονήρης, λέγεσθαι δὲ καὶ ὑπὸ τῶν ἁλιέων φησὶν ὡς καὶ κολοκύντῃ θηρεύεται χαίρουσα τῷ βρώματι. Ἀρχέστρατος δέ φησιν σάλπην δὲ κακὸν μὲν ἔγωγε ἰχθὺν εἰς ἀεὶ κρίνω βρωτὴ δὲ μάλιστα ἐστὶ θεριζομένου σίτου, λαβὲ δ’ ἐν Μυτιλήνῃ αὐτήν. Παγκράτης δ’ ἐν ἔργοις θαλασσίοις· σάλπαι τ’ ἰσομήκεες ἰχθῦς, ἅς τε βόας πορκῆες ἁλίζωοι καλέουσιν, οὕνεκα γαστέρι φῦκος ἀεὶ ἀλέουσιν ὀδοῦσιν. ἐστὶ δὲ ποικίλος ὁ ἰχθύς, ὅθεν καὶ τὸν Λοκρὸν ἢ Κολοφώνιον Μνασέαν συνταξάμενον τὰ ἐπιγραφόμενα παίγνια διὰ τὸ ποικίλον τῆς συναγωγῆς Σάλπην οἱ συνήθεις προσηγόρευον. Νυμφόδωρος δὲ ὁ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Περίπλῳ Λεσβίαν φησὶ γενέσθαι Σάλπην τὴν τὰ παίγνια συνθεῖσαν. ἄλκιμος δ’ ἐν τοῖς Σικελικοῖς ἐν Μεσσήνῃ φησὶ τῇ κατὰ τὴν νῆσον Βότρυν γενέσθαι εὑρετὴν τῶν παραπλησίων παιγνίων τοῖς προσαγορευομένοις Σάλπης. Ἄρχιππος δὲ ἐν Ἰχθύσιν ἀρσενικῶς εἴρηκεν ὁ σάλπης · ἐκήρυξεν βόαξ, σάλπης δ’ ἐσάλπιγξ’ ἕπτ’ ὀβολοὺς μισθὸν φέρων. γίνεται δ’ ὅμοιος ἰχθὺς ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ ὁ καλούμενος στρωματεύς, ῥάβδους ἔχων δι’ ὅλου τοῦ σώματος τεταμένας χρυσιζούσας, ὡς ἱστορεῖ Φίλων ἐν τῷ Μεταλλικῷ,
118
συνόδοντες
119
καὶ Συναγρίς . καὶ τούτων Ἐπίχαρμος μέμνηται· συναγρίδας μαζούς τε συνόδοντάς τ’ ἐρυθροποικίλους. Νουμήνιος Ἁλιευτικῷ διὰ τοῦ υ λέγων φησὶν ἢ λευκὴν συνόδοντα βόηκάς τε τρικκούς τε. καὶ πάλιν τοῖσί κε θηρήσαιο φαγεῖν λελιημένος ἰχθὺν ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον. σινόδοντα δὲ αὐτὸν λέγει διὰ τοῦ ι Δωρίων, ἔτι δὲ Ἀρχέστρατος ἐν τούτοις· αὐτὰρ τὸν σινόδοντα μόνον ζήτει παχὺν εἶναι· ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε. ταὐτὰ δὲ ταῦτα κυρῶ φράζων καὶ πρὸς σέ, Κλέαινε. Ἀντιφάνης δ’ ἐν Ἀρχεστράτῃ· τίς δ’ ἐγχέλειον ἂν φάγοι ἢ κρανίον σινόδοντος;