Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

122 Σφύραιναι . ταύτας φησὶν Ἱκέσιος τροφιμωτέρας εἶναι τῶν γόγγρων, ἀπειθεῖς δὲ τὴν γεῦσιν καὶ ἀστόμους, εὐχυλίᾳ δὲ μέσους. ὁ δὲ Δωρίων σφύραιναν, φησίν, ἣν καλοῦσι κέστραν. Ἐπίχαρμος δ’ ἐν Μούσαις κέστραν ὀνομάσας οὐκ ἔτι σφυραίνας ὀνομάζει ὡς ταὐτὸν οὔσας χαλκίδας τε καὶ κύνας κέστρας τε πέρκας τ’ αἰόλας. καὶ Σώφρων ἐν ἀνδρείοις κέστραι βότιν κάπτουσαι. Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων ὡς παραπλήσια ἐκτίθεται κέστραν, βελόνην, σαυρίδα. καὶ οἱ Ἀττικοὶ δὲ ὡς ἐπὶ τὸ πολὺ τὴν σφύραιναν καλοῦσι κέστραν, σπανίως δὲ τῷ τῆς σφυραίνης ὀνόματι ἐχρήσαντο. Στράττις γοῦν ἐν Μακεδόσιν ἐρομένου τινὸς Ἀττικοῦ ὡς ἀγνοοῦντος τὸ ὄνομα καὶ λέγοντος · ἡ σφύραινα δ’ ἐστὶ τίς; φησὶν ὁ ἕτερος· κέστραν μὲν ὔμμες ὡττικοὶ κικλήσκετε. Ἀντιφάνης ἐν Εὐθυδίκῳ· πάνυ συχνὴ σφύραινα. β. κέστραν ἀττικιστὶ δεῖ λέγειν. Νικοφῶν δ’ ἐν Πανδώρᾳ· κέστραι τε καὶ λάβρακες. Ἐπίχαρμος Ἥβας γάμῳ· κέστρας τε πέρκας τ’ αἰόλας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme