Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

125 τρίγλῃ , κίχλη διὰ τοῦ η . τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ ἕτερον αἰτεῖ λάβδα, Σκύλλα, Τελέσιλλα· ὅσα δ’ ἐπιπλοκὴν ἔχει τοῦ γ εἰς γ λήγει, τρώγλη, αἴγλη, ζεύγλη. τὴν δὲ τρίγλην φησὶν Ἀριστοτέλης τρὶς τίκτειν τοῦ ἔτους ἐν πέμπτῳ μορίων, τεκμαίρεσθαι λέγων τοὺς ἁλιεῖς τοῦτο ἐκ τοῦ γόνου τρὶς φαινομένου περί τινας τόπους, μήποτ’ οὖν ἐντεῦθέν ἐστι καὶ τὸ τῆς ὀνομασίας, ὡς ἀμίαι ὅτι οὐ κατὰ μίαν φέρονται, ἀλλ’ ἀγεληδόν, σκάρος δὲ ἀπὸ τοῦ σκαίρειν καὶ καρίς, ἀφύαι δ’ ὡς ἂν ἀφυεῖς οὖσαι, τουτέστιν δυσφυεῖς· θύω, θύννος ὁ ὁρμητικός, διὰ τὸ κατὰ τὴν τοῦ κυνὸς ἐπιτολὴν ὑπὸ τοῦ ἐπὶ τῆς κεφαλῆς οἴστρου ἐξελαύνεσθαι. ἐστὶ δὲ καρχαρόδους, συναγελαστική, παντόστικτος, ἔτι δὲ σαρκοφάγος, τὸ δὲ τρίτον τεκοῦσα ἄγονός ἐστι· γίνεται γάρ τινα σκωλήκια αὐτῇ ἐν τῇ ὑστέρᾳ ἃ τὸν γόνον τὸν γινόμενον κατεσθίει. ἀπὸ δὲ τοῦ συμβεβηκότος Ἐπίχαρμος ὀνομάζει αὐτὰς κυφὰς ἐν Ἥβας γάμῳ διὰ τούτων ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. σώφρων δ’ ἐν τοῖς ἀνδρείοις τριγόλας τινὰς ἐν τούτοις ὀνομάζει· τριγόλᾳ ὀμφαλοτόμῳ καὶ τριγόλαν τὸν εὐδιαῖον. ἐν δὲ τῷ ἐπιγραφομένῳ Παιδικὰ ποιφυξεῖς φησί· τρίγλας μὲν γένηον, τριγόλα δ’ ὀπισθίδια. κἀν τοῖς γυναικείοις δὲ ἔφη· τρίγλαν γενεᾶτιν. Διοκλῆς δ’ ἐν τοῖς πρὸς Πλείσταρχον σκληρόσαρκον εἶναί φησι τὴν τρίγλαν. Σπεύσιππος δ’ ἐμφερῆ φησιν εἶναι κόκκυγα, χελιδόνα, τρίγλαν. ὅθεν Τρύφων φησὶν ἐν τοῖς περὶ ζῴων τὸν τριγόλαν τινὰς οἴεσθαι κόκκυγα εἶναι διά τε τὸ ἐμφερὲς καὶ τὴν τῶν ὀπισθίων ξηρότητα, ἣν σεσημείωται ὁ Σώφρων λέγων τρίγλας μὲν γένηον, ὁ τριγόλα δ’ ὀπισθίδια.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme