Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

130 Τευθὶς . Ἀριστοτέλης εἶναί φησι καὶ ταύτην τῶν συναγελαζομένων ἔχειν τε τὰ πλεῖστα τῆς σηπίας, τὸν τῶν ποδῶν ἀριθμόν, τὰς προβοσκίδας. τῶν δὲ ταύτης ποδῶν οἱ μὲν κάτω μικροὶ εἰσιν, οἱ δ’ ἄνω μείζους· καὶ τῶν προβοσκίδων ἡ δεξιὰ παχυτέρα, καὶ τὸ ὅλον σωμάτιον τρυφερὸν καὶ ὑπομηκέστερον. ἔχει δὲ καὶ θολὸν ἐν τῇ μύτιδι οὐ μέλανα ἀλλ’ ὠχρὸν καὶ τὸ ὄστρακον μικρὸν λίαν καὶ χονδρῶδες. τεῦθος. ὁ δὲ τεῦθος μόνῳ τούτῳ διαφέρει, τῷ μεγέθει· γίνεται δὲ καὶ τριῶν σπιθαμῶν, τὸ δὲ χρῶμά ἐστιν ὑπέρυθρος καὶ τῶν ὀδόντων τὸν μὲν κάτω ἐλάττονα ἔχει, τὸν δὲ ἄνω μείζονα, ἄμφω δὲ μέλανας καὶ ὁμοίους ῥύγχει ἱέρακος. ἀναπτυχθεὶς δὲ κοιλίαν ἔχει ὁμοίαν ταῖς ὑείαις. ἐν δὲ εʹ μορίων βραχύβιά φησιν εἶναι τὸν τεῦθον καὶ τὴν σηπίαν, Ἀρχέστρατος δ’ ὁ πᾶσαν γῆν καὶ θάλασσαν διὰ γαστριμαργίαν περιελθών φησι· τευθίδες ἐν Δίῳ τῷ Πιερικῷ παρὰ χεῦμα Βαφύρα· καὶ ἐν Ἀμβρακίᾳ παμπληθέας ὄψει. Ἄλεξις δὲ ἐν Ἐρετρικῷ τάδε ποιεῖ λέγοντα μάγειρον τευθίδες, σπίναι, βατίς, χῆμος, ἀφύαι, κρεᾴδι’ , ἐντερίδια· ἀλλὰ τὰς μὲν τευθίδας, τὰ πτερύγι’ αὐτῶν συντεμών, στεατίου μικρὸν παραμίξας, περιπάσας ἡδύσμασι λεπτοῖσι χλωροῖς ὠνθύλευσα. καὶ πέμμα δέ τι τευθίδα ὀνομάζειν Ἰατροκλέα ἐν Ἀρτοποιικῷ φησι Πάμφιλος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme