Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

127 ἐὰν δ’ ἐναποπνιγῇ τρίγλη ζῶσα ἐν οἴνῳ καὶ τοῦτο ἀνὴρ πίῃ, ἀφροδισιάζειν οὐ δυνήσεται, ὡς Τερψικλῆς ἱστορεῖ ἐν τῷ περὶ ἀφροδισίων. κἂν γυνὴ δὲ πίῃ τοῦ αὐτοῦ οἴνου, οὐ κυίσκεται. ὁμοίως δὲ οὐδὲ ὄρνις. ὁ δὲ πολυίστωρ Ἀρχέστρατος ἐπαινέσας τὰς κατὰ Τειχιοῦντα τῆς Μιλησίας τρίγλας ἑξῆς φησι (fr. 56 R)· κἀν Θάσῳ ὀψώνει τρίγλην κοὐ χείρονα λήψῃ ταύτης· ἐν δὲ Τέῳ χείρω, κεδνὴ δὲ καὶ αὐτή· ἐν δ’ Ἐρυθραῖς ἀγαθὴ θηρεύεται αἰγιαλῖτις. Κρατῖνος δ’ ἐν Τροφωνίῳ φησίν (I 80 K)· οὐδ’ Αἰξωνίδ’ ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην οὐδὲ τρυγόνος οὐδὲ δεινοῦ φυὴν μελανούρου. Ναυσικράτης δ’ ὁ κωμῳδιοποιὸς ἐπαινεῖ τὰς Αἰξωνικὰς τρίγλας ἐν Ναυκλήροις λέγων οὕτως (IV 575 M)· μετ’ αὐτῶν δ’ εἰσὶν ἐκπρεπεῖς φύσιν αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς πασῶν ἀρίστας ἐντόπους παιδεύεται· αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην, δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι. Β. τρίγλας λέγεις.
128 ΤΑΙΝΙΑΙ. καὶ τούτων Ἐπίχαρμος μέμνηται (p. 234 L)· καὶ ταὶ φίνταται ταινίαι λεπταὶ μέν, ἁδῆαι δὲ κὠλίγου πυρός. Μίθαικος δ’ ἐν Ὀψαρτυτικῷ ‘ταινίαν, φησίν, ἐκκοιλίξας, τὰν κεφαλὰν ἀποταμών, ἀποπλύνας καὶ ταμὼν τεμάχεα κατάχει τυρὸν καὶ ἔλαιον.’ πλεῖσται δὲ γίνονται καὶ κάλλισται κατὰ τὸν πρὸς τῇ Ἀλεξανδρείᾳ Κάνωπον καὶ ἐν Σελευκείᾳ τῇ πρὸς Ἀντιοχείᾳ. ὅταν δ’ Εὔπολις ἐν Προσπαλτίοις λέγῃ (I 323 K)· μήτηρ τις αὐτῷ Θρᾷττα ταινιόπωλις, τὴν ἐπὶ τῶν ὑφασμάτων λέγει καὶ τῶν ζωνῶν, αἷς αἱ γυναῖκες περιδέονται.
129 ΤΡΑΧΟΥΡΟΙ. τούτων ὡς ξηροτέρων μέμνηται Διοκλῆς. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ φησιν (fr. 20 B)· ἀκονίας κιγκάλους τε καὶ ἀλλοπίην τράχουρον. ΤΑΥΛΩΠΙΑΣ. περὶ τούτου Ἀρχέστρατος ἱστορεῖ (fr. 9 R)· καὶ νεαροῦ μεγάλου τ’ αὐλωπία ἐν θέρει ὠνοῦ κρανί’ ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ· καὶ παράθες θερμὸν ταχέως καὶ τρίμμα μετ’ αὐτοῦ. ὄπτα δ’ ἀμφ’ ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme