Book 7
131
ὗες. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ· ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς. λέγει δέ τινας καὶ ὕας διὰ τούτων χαλκίδες θ’ ὕες τε ἱέρακές τε χὠ πίων κύων, εἰ μὴ ἄρα οὗτοι οἱ αὐτοί εἰσι τῷ κάπρῳ. Νουμήνιος δ’ ἐν τῷ Ἁλιευτικῷ ἄντικρυς ὕαινάν τινα καταριθμεῖται ἐν τούτοις· κανθαρίδα προφανεῖσαν ὕαινάν τε τρίγλην τε. καὶ Διονύσιος δ’ ἐν Ὀψαρτυτικῷ τῆς ὑαίνης μνημονεύει. Ἀρχέστρατος δ’ ὁ ὀψοδαίδαλος· ἐν δ’ Αἴνῳ καὶ τῷ Πόντῳ τὴν ὗν ἀγόραζε, ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν. τούτου τὴν κεφαλὴν ἕψειν μηδὲν προσενεγκὼν ἥδυσμ᾽, ἀλλ’ ἐς ὕδωρ μόνον ἐνθεὶς καὶ θαμὰ κινῶν ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς, δριμὺ διεὶς ὄξος· κᾆτ’ ἔμβαπτ’ εὖ καὶ ἐπείγου οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων. τὴν λοφιὰν δ’ ὀπτᾶν αὐτῆς καὶ τἄλλα τὰ πλεῖστα. μήποτ’ οὖν καὶ ὁ Νουμήνιος ἐν τῷ Ἁλιευτικῷ τὴν ὗν ψαμαθῖδα καλεῖ ἐπὰν λέγῃ· ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα.
132
υκαι. καὶ τὸν ὕκην Καλλίμαχος ἐν ἐπιγράμμασιν ἱερὸν ἰχθὺν καλεῖ διὰ τούτων θεὸς δὲ οἱ ἱερὸς ὕκης. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ· ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρον πέτρῃ ἀλωόμενον. Τίμαιος δ’ ἐν τῇ ιγ’ τῶν ἱστοριῶν περὶ τοῦ Σικελικοῦ πολιχνίου λέγω δὲ τῶν Ὑκάρων διαλεγόμενος προσαγορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένους ὕκας καὶ τούτους ἐγκύους· δι’ οὓς οἰωνισαμένους Ὕκαρον ὀνομάσαι τὸ χωρίον. Ζηνόδοτος δέ φησι Κυρηναίους τὸν ὕκην ἐρυθρῖνον καλεῖν. Ἕρμιππος δὲ ὁ Σμυρναῖος ἐν τοῖς περὶ Ἱππώνακτος ὕκην ἀκούει τὴν ἰουλίδα· εἶναι δ’ αὐτὴν δυσθήρατον, διὸ καὶ Φιλίταν φάναι· οὐδ’ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε.