Book 7
133
ΦΑΛΡΟΣ. Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. ἐμνημόνευσε δ’ αὐτοῦ καὶ Νουμήνιος ἐν τοῖς προκειμένοις (Litt. b). Ἀριστοτέλης δὲ σαρκοφάγον φησὶν (p. 317 R) αὐτὸν εἶναι καὶ μονήρη καρδίαν τε ἔχειν τρίγωνον ἀκμάζειν τε ἔαρος. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ φησίν (p. 237 L)· ἀόνες φάγροι τε καὶ λάβρακες. μνημονεύει δ’ αὐτῶν καὶ Μεταγένης ἐν Θουριοπέρσαις. Ἀμειψίας δ’ ἐν Κόννῳ (I 672 K)· ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν. Ἱκέσιος δέ φησι· ‘φάγροι καὶ χρόμις καὶ ἀνθίας καὶ ἀκαρνᾶνες καὶ ὀρφοὶ καὶ συνόδοντες καὶ συναγρίδες τῷ μὲν γένει παραπλήσιοι ὑπάρχουσιν· γλυκεῖς τε γὰρ καὶ παραστύφοντες καὶ τρόφιμοι· κατὰ λόγον δὲ καὶ δυσέκκριτοι. τροφιμώτεροι δ’ αὐτῶν οἱ σαρκώδεις καὶ γεωδέστεροι ἐλάττονά τε πιμελὴν ἔχοντες. Ἀρχέστρατος δέ φησι ‘Σειρίου ἀντέλλοντος’ δεῖν τὸν φάγρον ἐσθίειν (fr. 45 R)· Δήλῳ τ’ Εἰρετρίᾳ τε κατ’ εὐλιμένους ἁλὸς οἴκους. τὴν κεφαλὴν δ’ αὐτοῦ μόνον ὠνοῦ καὶ μετ’ ἐκείνης οὐραῖον· τὰ δὲ λοιπὰ δόμον μηδ’ εἰσενέγκῃς. μνημονεύει τοῦ φάγρου καὶ Στράττις ἐν Λημνομέδᾳ (I 718 K)· πολλοὺς δὴ μεγάλους τε φάγρους ἐγκάψας. καὶ ἐν Φιλοκτήτῃ (I 724 K)· κᾆτ’ εἰς ἀγορὰν ἐλθόντες ἁδροὺς ὀψωνοῦσιν μεγάλους τε φάγρους καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη στρογγυλοπλεύρων. ἐστὶ δὲ καὶ γένος λίθου φάγρος. ἡ γὰρ ἀκόνη κατὰ Κρῆτας φάγρος, ὥς φησι Σιμίας.
134
ΧΑΝΝΑΙ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 235 L)· μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας ὄνους. Νουμήνιος ἐν Ἁλιευτικῷ (fr. 10 B)· χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πύτινον. μνημονεύει δ’ αὐτοῦ καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζωικῶν (p. 296 R) ποικιλερυθρομέλαιναν αὐτὴν ὀνομάζει καὶ ποικιλόγραμμον διὰ τὸ μελαίναις γραμμαῖς πεποικίλθαι.
135
ΧΡΟΜΙΣ. καὶ τούτου μνημονεύει Ἐπίχαρμος λέγων (p. 232 L)· καὶ σκιφίας χρόμιός θ᾽, ὃς ἐν τῷ ἦρι καττον Ἀνάνιον ἰχθύων πάντων ἄριστος. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ (fr. 8 B)· ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ’ ὀρφόν. καὶ Ἀρχέστρατος (fr. 46 R)· τὸν χρόμιν ἐν Πέλλῃ λήψῃ μέγαν (ἐστὶ δὲ πίων ἂν θέρος ᾖ καὶ ἐν Ἀμβρακίᾳ.