Book 7
137
χαλκίδες καὶ τὰ ὅμοια, θρίσσαι, τριχίδες, ἐρίτιμοι. ἱκέσιός φησιν αἱ λεγόμεναι χαλκίδες καὶ οἱ τράγοι καὶ αἱ ῥαφίδες καὶ αἱ θρίσσαι ἀχυρώδεις καὶ ἀλιπεῖς καὶ ἄχυλοι. Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ· χαλκίδες θ’ ὕες τε ἱέρακές τε χὠ πίων κύων. Δωρίων δὲ χαλκιδικὰς αὐτὰς ὀνομάζει. Νουμήνιος δέ φησι· σὺ δ’ ἂν καὶ χαλκίδ’ ἐκείνῃ αὕτως ἀμπείραις ὀλίγην καὶ μαινίδα. διαφέρει δὲ τῆς χαλκίδος ὁ χαλκεύς, οὗ μνημονεύει Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ καὶ Εὐθύδημος ἐν τῷ περὶ ταρίχων λέγων αὐτοὺς γίνεσθαι ἐν τῇ Κυζικηνῶν χώρᾳ περιφερεῖς τε εἶναι καὶ κυκλοειδεῖς. θρισσῶν δὲ μέμνηται Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων καὶ ἰχθύων ἐν τούτοις· μόνιμα θρίσσα, ἐγκρασίχολος, μεμβράς, κορακῖνος, ἐρυθρῖνος, τριχίς. τριχίδων δὲ Εὔπολις ἐν Κόλαξιν ἐκεῖνος ἦν φειδωλός, ὃς ἐπὶ τοῦ βίου πρὸ τοῦ πολέμου μὲν τριχίδας ὠψώνησ’ ἅπαξ, ὅτε τἀν Σάμῳ δ’ ἦν, ἡμιωβελίου κρέα. Ἀριστοφάνης Ἱππεῦσι· αἱ τριχίδες εἰ γενοίαθ’ ἑκατὸν τοὐβολοῦ. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων καὶ τῆς ποταμίας μέμνηται θρίσσης καὶ τὴν τριχίδα τριχίαν ὀνομάζει. Νικοχάρης Λημνίαις· τριχίας δὲ καὶ τὰς πρημνάδας τὰς θυννίδας ἐπὶ δεῖπνον ἡκούσας ὑπερπληθεῖς πρημνάδας δὲ τὰς θυννίδας ἔλεγον. Πλάτων Εὐρώπῃ · ἁλιευόμενός ποτ’ αὐτὸν εἷλον ἀνδράχνῃ μετὰ πρημνάδων κἄπειτ’ ἀφῆχ’ ὅτι ἦν βόαξ. ὁμοίως δὲ καὶ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων ἐν δὲ τῷ ἐπιγραφομένῳ περὶ ζωικῶν τριχίδα. τῶν δὲ λεγομένων ἐσθ’ ὅτι ἥδεται ὀρχήσει καὶ ᾠδῇ καὶ ἀκούσασα ἀναπηδᾷ ἐκ τῆς θαλάσσης, τῶν δ’ ἐριτίμων μέμνηται Δωρίων ἐν τῷ περὶ ἰχθύων λέγων κατὰ τὸ αὐτὸ ποιεῖν ταῖς χαλκίσιν, ἡδεῖς δ’ εἶναι τὰς ἐν ὑποτρίμματι. Ἐπαίνετος δέ φησι γαλῆν, σμαρίδα, ἢν ἔνιοι καλοῦσι κυνὸς εὐναί, χαλκίδας, ἃς καλοῦσι καὶ σαρδίνους, ἐριτίμους, ἱέρακα, χελιδόνα. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων ἱστορίας σαρδίνους αὐτὰς καλεῖ. Καλλίμαχος δ’ ἐν ἐθνικαῖς ὀνομασίαις γράφει οὕτως· ἐγκρασίχολος, ἐρίτιμος Χαλκηδόνιοι. τριχίδια, χαλκίς, ἴκταρ, ἀθερίνη Ἀθηναῖοι. ἐν ἄλλῳ δὲ μέρει καταλέγων ἰχθύων ὀνομασίας φησὶν ὄζαινα, ὀσμύλιον Θούριοι, ἴωπες, ἐρίτιμοι Ἀθηναῖοι. τῶν δὲ ἰώπων μνημονεύει Νίκανδρος ἐν β’ Οἰταικῶν· ὡς δ’ ὁπότ’ ἀμφ’ ἀγέλῃσι νεηγενέεσσιν ἰώπων ἢ φάγροι ἢ σκῶπες ἀρείονες ἠὲ καὶ ὀρφός. Ἀριστοφάνης δ’ ἐν Ὁλκάσιν ὦ κακοδαίμων ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη. τοὺς γὰρ εἰς τὸ ἀπανθρακίζειν ἐπιτηδείους ἰχθῦς εἰς ἅλμην ἀπέβαπτον ἣν καὶ Θασίαν ἐκάλουν ἅλμην. ὡς καὶ ἐν Σφηξὶν ὁ αὐτός φησιν ποιητής ι καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιών.