Book 7
136
ΧΡΥΣΟΦΡΥΣ. Ἄρχιππος ἐν Ἰχθύσιν (I 682)· ἱεροὺς Ἀφροδίτης χρυσόφρυς Κυθηρίας. τοὺς δ’ ἰχθῦς τούτους φησὶν Ἱκέσιος καὶ τῇ γλυκύτητι καὶ τῇ ἄλλῃ εὐστομίᾳ πάντων εἶναι ἀρίστους. εἰσὶ δὲ καὶ τροφιμώτατοι. τίκτουσι δέ, ὥς φησιν Ἀριστοτέλης (h. a. 543 b 3), ὁμοίως τοῖς κεστρεῦσιν οὗ ἂν ποταμοὶ ῥέωσιν. μνημονεύει δ’ αὐτῶν καὶ Ἐπίχαρμος ἐν Μούσαις καὶ Δωρίων ἐν τῷ περὶ ἰχθύων. Εὔπολις δ’ ἐν Κόλαξί φησιν (I 298 K)· δραχμῶν ἑκατὸν ἰχθῦς ἐώνημαι μόνον ὀκτὼ λάβρακας, χρυσόφρυς δὲ δώδεκα. ὁ δὲ σοφὸς Ἀρχέστρατος ἐν ταῖς ὑποθήκαις λέγει (fr. 47 R)· χρύσοφρυν ἐξ’ Ἐφέσου τὸν πίονα μὴ παράλειπε, ὃν κεῖνοι καλέουσιν ἰωνίσκον· λαβὲ δ’ αὐτὸν θρέμμα Σελινοῦντος σεμνοῦ. πλῦνον δέ νιν ὀρθῶς, εἶθ’ ὅλον ὀπτήσας παράθες, κἂν ᾖ δεκάπηχυς.