Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 7

138 Θρᾶιτται . ἐπεὶ δ’ ἐνταῦθα τοῦ λόγου ἐσμὲν προδιειλέγμεθά τε περὶ θρισσῶν, φέρε εἴπωμεν τίνες εἰσὶν αἱ παρὰ Ἀρχίππῳ ἐν Ἰχθύσι τῷ δράματι θρᾷτται. κατά τὰς συγγραφὰς γὰρ τῶν ἰχθύων καὶ Ἀθηναίων ταυτὶ πεποίηκεν ἀποδοῦναι δ’ ὅσα ἔχομεν ἀλλήλων, ἡμᾶς μὲν τὰς Θρᾴττας καὶ Ἀθερίνην τὴν αὐλητρίδα καὶ Σηπίαν τὴν Θύρσου καὶ τοὺς Τριγλίας καὶ Εὐκλείδην τὸν ἄρξαντα καὶ Ἀναγυρουντόθεν τοὺς Κορακίωνας καὶ Κωβιοῦ τοῦ Σαλαμινίου τὸν τόκον καὶ Βάτραχον τὸν πάρεδρον τὸν ἐξ ᾽ Ὠρεοῦ. ἐν τούτοις ἄν τις ζητήσειε ποίας θρᾴττας παρὰ τοῖς ἰχθύσιν εἶναι συμβέβηκεν, τοῖς ἀποδοῦναι τοῖς ἀνθρώποις συντίθενται· ἐπεὶ οὖν ἰδίᾳ μοι συγγέγραπταί τι περὶ τούτου, αὐτὰ τὸ καιριώτατα νῦν λέξω. ἰχθύδιον οὖν ἐστιν ἀληθῶς ἡ θρᾷττα θαλάττιον. καὶ μνημονεύει αὐτοῦ Μνησίμαχος ἐν Ἱπποτρόφῳ ποιητὴς δ’ ἐστὶν οὗτος τῆς μέσης κωμῳδίας· λέγει δ’ οὕτως· μύλλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα χελιδών, καρίς, τευθίς. Δωρόθεος δ’ ὁ Ἀσκαλωνίτης ἐν τῷ ὀγδόῳ πρὸς τοῖς ἑκατὸν τῆς λέξεων συναγωγῆς θέτταν γράφει, ἤτοι ἡμαρτημένῳ περιτυχὼν τῷ δράματι ἢ διὰ τὸ ἄηθες τοῦ ὀνόματος αὐτὸς διορθώσας ἐξήνεγκεν. ὅλως δ’ οὐδ’ ἔστι τὸ τῆς θέττης ὄνομα παρὰ οὐδενὶ τῶν Ἀττικῶν, ὅτι δὲ θρᾷτταν ἔλεγον τὸ θαλάττιον ἰχθύδιον καὶ Ἀναξανδρίδης παρίστησιν ἐν Λυκούργῳ λέγων οὕτως· καὶ συμπαίζει καριδαρίοις μετὰ περκιδίων καὶ θρᾳττιδίων. καὶ Ἀντιφάνης ἐν Τυρρηνῷ· δήμου δ’ Ἁλαιεύς ἐστιν. β. ἓν γὰρ τοῦτό μοι κατάλοιπόν ἐστιν, καὶ κακῶς ἀκούσομαι. α. τί δῆτα τοῦτο; β. θρᾷτταν ἢ ψῆττὰν τιν’ ἢ μύραιναν ἢ κακὸν τί μοι δώσει μέγα θαλάττιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme