Book 7
139
ΨΗΤΤΑΙ. ταύτας Διοκλῆς ἐν τοῖς ξηροτέροις καταριθμεῖται. Σπεύσιππος δ’ ἐν βʹ Ὁμοίων παραπλήσιά φησιν εἶναι ψῆτταν, βούγλωσσον, ταινίαν. Ἀριστοτέλης δ’ ἐν εʹ ζῴων μορίων (p. 542 b 32) γράφει· ‘ὁμοίως δὲ καὶ τῶν ἰχθύων οἱ πλεῖστοι ἅπαξ τίκτουσιν, οἷον οἱ χυτοὶ οἱ τῷ δικτύῳ περιεχόμενοι, χρόμις, ψῆττα, θύννος, πηλαμύς, κεστρεύς, χαλκίδες καὶ τὰ τοιαῦτα.’ ἐν δὲ τῷ περὶ ζωικῶν (p. 295 R) ‘σελάχη, φησί, βοῦς, τρυγών, νάρκη, βατίς, βάτραχος, βούγλωττος, ψῆττα, μῦς.’ Δωρίων δὲ ἐν τῷ περὶ ἰχθύων γράφει· ‘τῶν δὲ πλατέων βούγλωττον, ψῆτταν, ἔσχαρον, ὃν καλοῦσι καὶ κόριν.’ βουγλώσσους δ’ ὀνομάζει καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 234 L)· ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος. Λυγκεὺς δ’ ὁ Σάμιος ἐν ἐπιστολαῖς τὰς καλλίστας γίνεσθαί φησι ψήττας περὶ Ἐλευσῖνα τῆς Ἀττικῆς. Ἀρχέστρατος δέ φησιν (fr. 51 R)· εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν βούγλωσσον .... περὶ Χαλκίδα κεδνήν. Ῥωμαῖοι δὲ καλοῦσι τὴν ψῆτταν ῥόμβον, καί ἐστι τὸ ὄνομα Ἑλληνικόν. Ναυσικράτης ἐν Ναυκλήροις· προειπὼν δὲ περὶ γλαύκου τοῦ ἰχθύος ἐπιφέρει (IV 577 M)· αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς πασῶν ἀρίστας ἐντόπους παιδεύεται· αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην, δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι. Β. τρίγλαν λέγεις γαλακτοχρῶτα Σικελὸς ὃν πήγνυσοχλος ῥόμβος.
140
πεπληρωκότες τὴν περὶ ἰχθύων γενομένην τοῖς δειπνοσοφισταῖς ἀδολεσχίαν, ὦ Τιμόκρατες, αὐτοῦ τὸν λόγον καταπαύσαντες, εἰ μή τι καὶ ἄλλων σοι δεῖ βρωμάτων, παραθήσομέν σοι καὶ ἃ Εὔβουλος εἴρηκεν ἐν Λάκωσιν ἢ Λήδᾳ (II 185 K)· πρὸς τούτοισιν δὲ παρέσται σοι θύννου τέμαχος, κρέα δελφακίων χορδαί τ’ ἐρίφων ἧπάρ τε κάπρου κριοῦ τ’ ὄρχεις χόλικές τε βοὸς κρανία τ’ ἀρνῶν νῆστις τ’ ἐρίφου γαστήρ τε λαγώ, φύσκη, χορδή, πνεύμων ἀλλᾶς τε. ἐμφορηθεὶς οὖν καὶ τούτων ἔασον ἡμᾶς καὶ τοῦ σωματίου ἐπιμέλειαν ποιήσασθαι, ἵνα δυνηθῇς τὰ μετὰ ταῦτα εὐλόγως σιτεῖσθαι.