Book 8
19
Ἡγήσανδρος δ’ ἐν τοῖς ὑπομνήμασι (FHG IV 416) τάδε φησὶ περὶ αὐτοῦ· ‘Δωρίων ὁ ὀψοφάγος τοῦ παιδὸς οὐκ ἀγοράσαντος ἰχθῦς μαστιγῶν αὐτὸν ἐκέλευεν τῶν ἀρίστων ἰχθύων ὀνόματα λέγειν. τοῦ δὲ παιδὸς ὀρφὸν καὶ γλαυκίσκον καὶ γόγγρον καὶ τοιούτους ἑτέρους καταριθμοῦντος ‘ἰχθύων σε, φησίν, ἐκέλευον ὀνόματα λέγειν, οὐ θεῶν.’ ὁ αὐτὸς Δωρίων καταγελῶν τοῦ ἐν τῷ Τιμοθέου Ναυτίλῳ χειμῶνος ἔφασκεν ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. Ἀριστόδημος δὲ ἐν δευτέρῳ γελοίων ἀπομνημονευμάτων (FHG III 310) φησί· ‘Δωρίωνος τοῦ κρουματοποιοῦ κυλλόποδος ὄντος ἀπώλετο ἐν συμποσίῳ τοῦ χωλοῦ ποδὸς τὸ βλαυτίον. καὶ ὃς ‘οὐθέν, ἔφη, πλεῖον καταράσομαι τῷ κλέψαντι ἢ ἁρμόσαι αὐτῷ τὸ σανδάλιον.’ ὅτι δ’ ἦν ὁ Δωρίων οὗτος ἐπὶ ὀψοφαγίᾳ διαβόητος φανερὸν ἐξ ὧν λέγει Μνησίμαχος ὁ κωμῳδιοποιὸς ἐν Φιλίππῳ δράματι (II 442 K)· οὔκ, ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων ἔνδον παρ’ ἡμῖν λοπαδοφυσητής.
20
οἶδα δὲ καὶ ἃ ὁ Ἑρμιονεὺς Λᾶσος ἔπαιξε περὶ ἰχθύων, ἅπερ Χαμαιλέων ἀνέγραψεν ὁ Ἡρακλεώτης ἐν τῷ περὶ αὐτοῦ τοῦ Λάσου συγγράμματι λέγων ὧδε (fr. 12 Koepke)· τὸν Λᾶσόν φησι τὸν ὠμὸν ἰχθὺν ὀπτὸν εἶναι φάσκειν. θαυμαζόντων δὲ πολλῶν ἐπιχειρεῖν λέγοντα ὡς ὃ ἔστιν ἀκοῦσαι τοῦτό ἐστιν ἀκουστὸν καὶ ὃ ἔστιν νοῆσαι τοῦτό ἐστιν νοητόν· ὡσαύτως οὖν καὶ ὃ ἔστιν ἰδεῖν τοῦτ’ εἶναι ὀπτόν· ὥστ’ ἐπειδὴ τὸν ἰχθὺν ἦν ἰδεῖν, ὀπτὸν αὐτὸν εἶναι. καὶ παίζων δέ ποτε ἰχθὺν παρά τινος τῶν ἁλιέων ὑφείλετο καὶ λαβὼν ἔδωκέ τινι τῶν παρεστώτων. ὁρκίζοντος δὲ ὤμοσεν μήτ’ αὐτὸς ἔχειν τὸν ἰχθὺν μήτ’ ἄλλῳ συνειδέναι λαβόντι, διὰ τὸ λαβεῖν μὲν αὐτόν, ἔχειν δὲ ἕτερον, ὃν ἐδίδαξεν ἀπομόσαι πάλιν ὅτι οὔτ’ αὐτὸς ἔλαβεν οὔτ’ ἄλλον ἔχοντα οἶδεν· εἰλήφει μὲν γὰρ ὁ Λᾶσος, εἶχεν δὲ αὐτός. τοιαῦτα δὲ καὶ Ἐπίχαρμος παίζει, ὥσπερ ἐν Λόγῳ καὶ Λογίνᾳ (p. 245 L)· ὁ Ζεύς μ’ ἐκάλεσε, Πέλοπί γ’ ἔρανον ἑστιῶν. Β. ἦ παμπόνηρον ὄψον, ὦ ᾽τάν, ὁ γέρανος. Α. ἀλλ’ οὔτι γέρανον, ἀλλ’ ἔρανόν γά τοι λέγω.