Book 8
24
περὶ δὲ Καλλιμέδοντος τοῦ Καράβου ὅτι καὶ φίλιχθυς ἦν καὶ διάστροφος τοὺς ὀφθαλμούς, Τιμοκλῆς ἐν Πολυπράγμονι (II 463 K)· εἶθ’ ὁ Καλλιμέδων ἄφνω ὁ Κάραβος προσῆλθεν. ἐμβλέπων δέ μοι, ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα ἐλάλει. συνιεὶς δ’ οὐδὲν εἰκότως ἐγὼ ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δ’ ἄρα βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι. Ἄλεξις δ’ ἐν Κρατεύᾳ ἢ Φαρμακοπώλῃ (II 337 K)· τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας ἤδη τετάρτην ἡμέραν. Β. ἦσαν κόραι θυγατέρες αὐτῷ; Α. τὰς μὲν οὖν τῶν ὀμμάτων, ἃς οὐδ’ ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας ἔπαυσε μαινομένας, καταστήσειεν ἄν. ὁμοίως αὐτὸν σκώπτει κἀν τοῖς ἐπιγραφομένοις Συντρέχουσιν. εἰς δὲ ὀψοφαγίαν ἐν μὲν Φαίδωνι ἢ Φαιδρίᾳ οὕτως (II 388 K)· ἀγορανομήσεις, ἂν θεοὶ θέλωσι, σύ, ἵνα Καλλιμέδοντ’ εἰς τοὔψον, εἰ φιλεῖς ἐμέ, παύσῃς καταιγίζοντα δι’ ὅλης ἡμέρας. Β. ἔργον τυράννων, οὐκ ἀγορανόμων λέγεις. μάχιμος γὰρ ἁνήρ, χρήσιμος δὲ τῇ πόλει. τὰ αὐτὰ ἰαμβεῖα φέρεται κἀν τῇ ἐπιγραφομένῃ Εἰς τὸ φρέαρ. ἐν δὲ Μανδραγοριζομένῃ (II 350 K)· εἴ τινας μᾶλλον φιλῶ ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς, ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με. ἐν δὲ Κρατεύᾳ (II 337 K)· καὶ Καλλιμέδων μετ’ Ὀρφέως ὁ Κάραβος. Ἀντιφάνης δ’ ἐν Γοργύθῳ (II 42 K)· ἧττόν τ’ ἀποσταίην ἂν ὧν προειλόμην ἢ Καλλιμέδων γλαύκου προοῖτ’ ἂν κρανίον. Εὔβουλος δ’ ἐν Ἀνασῳζομένοις (II 167 K)· ἕταιροι δὲ θεοῖσι συμπεπλεγμένοι μετὰ Καράβου σύνεισιν, ὃς μόνος βροτῶν δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων ἅθρους τεμαχίτας, ὥστ’ ἐνεῖναι μηδὲ ἕν. Θεόφιλος δ’ ἐν Ἰατρῷ ἅμα σκώπτων αὐτοῦ καὶ τὸ ἐν λόγοις ψυχρόν (II 474 K)· πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων ... ........... ἐγχέλειον παρατέθεικε. τῷ πατρὶ τευθὶς ἦν χρηστή. ‘πατρίδιον, πῶς ἔχεις πρὸς κάραβον;’ ‘ψυχρός ἐστιν, ἄπαγε, φησί· ῥητόρων οὐ γεύομαι.’ Φιλήμονος δ’ ἐν Μετιόντι εἰπόντος (II 489 K)· Ἀγύρριος δὲ παρατεθέντος καράβου ὡς εἶδεν αὐτὸν ‘χαῖρε πάππα φίλτατε’ εἴπας τί ἐποίει; τὸν πατέρα κατήσθιεν. Ἡρόδικος δ’ ὁ Κρατήτειος ἐν τοῖς συμμίκτοις ὑπομνήμασι τοῦ Καλλιμέδοντος υἱὸν ὄντα ἀπέδειξε τὸν Ἀγύρριον.