Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 8

25 γεγόνασι δὲ καὶ οἵδε ὀψοφάγοι. Ἀνταγόρας μὲν ὁ ποιητὴς οὐκ εἴα τὸν παῖδα ἀλεῖψαι τὸν ἰχθύν, ἀλλὰ λοῦσαι, ὥς φησιν Ἡγήσανδρος· ‘ἐν δὲ στρατοπέδῳ ἕψοντι, φησίν,’ ‘αὐτῷ γόγγρων λοπάδα καὶ περιεζωσμένῳ Ἀντίγονος ὁ βασιλεὺς παραστὰς ἆρά γε, εἶπεν, ὦ Ἀνταγόρα, τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράψαι γόγγρους ἕψοντα; κἀκεῖνον οὐ φαύλως εἰπεῖν· σὺ δὲ οἴει, φησί, τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα τίς ἐν τῷ στρατοπέδῳ γόγγρους ἕψει; ὄρνιν δὲ ἕψων ποτὲ ὁ Ἀνταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, εὐλαβούμενος μή ποτε οἱ παῖδες τὸν ζωμὸν ἐκροφήσωσι. Φιλοκύδους δ’ εἰπόντος ὅτι ἡ μήτηρ τηρήσει, ἐγὼ οὖν, εἶπε, τῇ μητρὶ ὀρνίθειον ζωμὸν πιστεύσω; ᾽ καὶ Ἀνδροκύδης δ’ ὁ Κυζικηνὸς ζωγράφος φίλιχθυς ὤν, ὡς ἱστορεῖ Πολέμων, ἐπὶ τοσοῦτον ἦλθεν ἡδυπαθείας ὡς καὶ τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς κατὰ σπουδὴν γράψαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme