Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 8

26 περὶ δὲ Φιλοξένου τοῦ Κυθηρίου διθυραμβοποιοῦ Μάχων ὁ κωμῳδιοποιὸς τάδε γράφει· ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον τῶν διθυράμβων τὸν ποιητὴν γεγονέναι ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν ἐν ταῖς Συρακούσαις ποτ’ αὐτὸν ἀγοράσαι καὶ σκευάσαντα καταφαγεῖν ὅλον σχεδὸν πλὴν τῆς κεφαλῆς. ἁλόντα δ’ ὑπὸ δυσπεψίας κακῶς σφόδρα σχεῖν· εἶτα δ’ ἰατροῦ τινος πρὸς αὐτὸν εἰσελθόντος, ὃς φαύλως πάνυ ὁρῶν φερόμενον αὐτὸν εἶπεν· ‘εἴ τί σοι ἀνοικονόμητόν ἐστι διατίθου ταχύ, Φιλόξεν’· ἀποθανῇ γὰρ ὥρας ἑβδόμης’ — κἀκεῖνος εἶπε· ‘τέλος ἔχει τὰ πάντα μοι, ἰατρέ, φησί, καὶ δεδιῴκηται πάλαι· τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους· οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις Μούσαις .... Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους. ταῦθ’ αἱ διαθῆκαι διασαφοῦσιν. ἀλλ’ ἐπεὶ ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδ’ ἀναβοᾷ, καλεῖ δὲ μοῖρα νύχιος, ἧς κλύειν χρεών, ἵν’ ἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω, τοῦ πουλύποδός μοι τὸ κατάλοιπον ἀπόδοτε.’ κἀν ἄλλῳ δὲ μέρει φησί· Φιλόξενός ποθ᾽, ὡς λέγουσ᾽, ὁ Κυθήριος ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων, ‘ὅπως καταπίνω, φησίν, ὅτι πλεῖστον χρόνον καὶ πάνθ’ ἅμα μοι τὰ βρώμαθ’ ἡδονὴν ποῇ.’ καὶ Διογένης δὲ ὁ κύων ὠμὸν πολύποδα καταφαγὼν ἐπιθεμένης αὐτῷ τῆς γαστρὸς ἀπέθανε. περὶ δὲ τοῦ Φιλοξένου καὶ ὁ παρῳδὸς Σώπατρος λέγων φησί· δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme