Book 8
30
τῆς αὐτῆς ἰδέας καὶ Μελάνθιος ἦν ὁ τῆς τραγῳδίας ποιητής· ἔγραψε δὲ καὶ ἐλεγεῖα. κωμῳδοῦσι δ’ αὐτὸν ἐπὶ ὀψοφαγίᾳ Λεύκων ἐν Φράτερσιν, Ἀριστοφάνης ἐν Εἰρήνῃ, Φερεκράτης ἐν Πετάλῃ. ἐν δὲ τοῖς Ἰχθύσιν Ἄρχιππος τῷ δράματι ὡς ὀψοφάγον δήσας παραδίδωσι τοῖς ἰχθύσιν ἀντιβρωθησόμενον. ἀλλὰ μὴν καὶ Ἀρίστιππος ὁ Σωκρατικὸς ὀψοφάγος ἦν· ὅστις καὶ ὑπὸ Πλάτωνός ποτε ὀνειδιζόμενος ἐπὶ τῇ ὀψοφαγίᾳ, ὥς φησι Σωτίων καὶ Ἡγήσανδρος, γράφει δὲ οὕτως ὁ Δελφός· ᾽ι Ἀρίστιππος Πλάτωνος ἐπιτιμήσαντος αὐτῷ διότι πολλοὺς ἰχθῦς ἠγόρασε, δυεῖν ὀβολοῖν ἔφησεν ἐωνῆσθαι. τοῦ δὲ Πλάτωνος εἰπόντος διότι καὶ αὐτὸς ἂν ἠγόρασα τοσούτου, ὁρᾷς οὖν, εἶπεν, ὦ Πλάτων, ὅτι οὐκ ἐγὼ ὀψοφάγος, ἀλλὰ σὺ φιλάργυρος. ᾽ Ἀντιφάνης δ’ ἐν Αὐλητρίδι ἢ Διδύμαις Φοινικίδην τινὰ ἐπ’ ὀψοφαγίᾳ κωμῳδῶν φησιν ὁ μὲν Μενέλαος ἐπολέμησ’ ἔτη δέκα τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν, Φοινικίδης δὲ Ταυρέᾳ δι’ ἔγχελυν.
31
Δημοσθένης δ’ ὁ ῥήτωρ Φιλοκράτην, ἐπειδὴ ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἠγόραζεν, εἰς ἀσέλγειαν καὶ ὀψοφαγίαν λοιδορεῖ. Διοκλῆς δὲ ὁ ὀψοφάγος, ὥς φησιν Ἡγήσανδρος, πυθομένου τινὸς αὐτοῦ πότερος χρηστότερος ἰχθύς, γόγγρος ἢ λάβραξ, ᾽ὁ μὲν ἑφθός, ᾽ ἔφη, ὁ δὲ ὀπτός ὀψοφάγος δ’ ἦν καὶ Λεοντεὺς ὁ Ἀργεῖος τραγῳδός, Ἀθηνίωνος μὲν μαθητής, οἰκέτης δὲ γενόμενος Ἰόβα τοῦ Μαυρουσίων βασιλέως, ὥς φησιν Ἀμάραντος ἐν τοῖς περὶ σκηνῆς, γεγραφέναι φάσκων εἰς αὐτὸν τόδε τὸ ἐπίγραμμα τὸν Ἰόβαν, ὅτε κακῶς τὴν Ὑψιπύλην ὑπεκρίνατο μή με Λεοντῆος τραγικοῦ κιναρηφάγου ηχος λεύσσων Ὑψιπύλης ἐς κακὸν ἦτορ ὅρα. ἤμην γάρ ποτ’ ἐγὼ Βάκχῳ φίλος, οὐδὲ τιν’ ὧδε γῆρυν χρυσολόβοις οὔασιν ἠγάσατο. νῦν δέ με χυτρόποδες, κέραμοι καὶ ξηρὰ τάγηνα χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενον.