Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 8

41 οὐκ ἄκαιρον δ’ εἶναι νομίζω εἰπεῖν ἔτι καὶ αὐτός, ἐπειδήπερ ἐμνήσθην τοῦ κιθαριστοῦ Στρατονίκου, λέξαι τι περὶ τῆς εὐστοχίας αὐτοῦ τῶν ἀποκρίσεων. διδάσκων γὰρ κιθαριστάς, ἐπειδὴ ἐν τῷ διδασκαλείῳ εἶχεν ἐννέα μὲν εἰκόνας τῶν Μουσῶν, τοῦ δὲ Ἀπόλλωνος μίαν, μαθητὰς δὲ δύο, πυνθανομένου τινὸς πόσους ἔχοι μαθητάς, ἔφη ‘σὺν τοῖς θεοῖς δώδεκα.’ εἰς Μύλασα δ’ ἐπιδημήσας καὶ κατιδὼν ναοὺς μὲν πολλούς, ἀνθρώπους δὲ ὀλίγους στὰς ἐν μέσῃ τῇ ἀγορᾷ ἔφη ‘ἀκούετε, νεῴ.’ Μάχων δ’ αὐτοῦ ἀναγράφει τάδε ἀπομνημονεύματα· Στρατόνικος ἀπεδήμησεν εἰς Πέλλαν ποτέ, παρὰ πλειόνων ἔμπροσθε τοῦτ’ ἀκηκοὼς ὡς σπληνικοὺς εἴωθεν ἡ πόλις ποιεῖν. ἐν τῷ βαλανείῳ καταμαθὼν οὖν πλείονας γυμναζομένους τῶν μειρακίσκων παρὰ τὸ πῦρ, κομψῶς τό τε χρῶμα καὶ τὸ σῶμ’ ἠσκηκότας, διαμαρτάνειν ἔφασκε τοὺς εἰρηκότας αὑτῷ· καταμαθὼν δ᾽, ἡνίκ’ ἐξῄει πάλιν, τῆς κοιλίας τὸν σπλῆν’ ἔχοντα διπλάσιον ... ‘καθήμενος γὰρ ἐνθάδ’ οὗτος φαίνεται τά θ᾽ ἱμάτια τῶν εἰσιόντων λαμβάνων τηρεῖν ἅμα καὶ τοὺς σπλῆνας, εὐθέως ἵνα μηδ’ ἡτισοῦν τοῖς ἔνδον ᾖ στενοχωρία.’
41 ψάλτης κακὸς Στρατόνικον ἑστιῶν ποτε ἐπεδείκνυτ’ αὐτῷ τὴν τέχνην παρὰ τὸν πότον. οὔσης δὲ λαμπρᾶς καὶ φιλοτίμου τῆς δοχῆς, ψαλλόμενος ὁ Στρατόνικος, οὐκ ἔχων δ’ ὅτῳ διαλέξεθ’ ἑτέρῳ, συγκατέθλα τὸ ποτήριον. ᾔτησε μεῖζον καὶ κυάθους πολλοὺς λαβὼν τῷ θ’ ἡλίῳ τὴν κύλικα δείξας συντόμως πιὼν καθεῦδε, ταῦτ’ ἐπιτρέψας τῇ τύχῃ. ἐπὶ κῶμον ἐλθόντων δὲ τῷ ψάλτῃ τινῶν ἑτέρων κατὰ τύχην, ὡς ἔοικε, γνωρίμων ἔξοινος ὁ Στρατόνικος ἐγένετ’ εὐθέως. προσπυνθανομένων δ’ ὅ τι πολὺν πίνων ἀεὶ οἶνον ἐμεθύσθη συντόμως, ἀπεκρίνατο· ‘ὁ γὰρ ἐπίβουλος κἀναγὴς ψάλτης, ἔφη, ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτονεν.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme