Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 8

41 Στρατόνικος εἰς Ἄβδηρ’ ἀποδημήσας ποτὲ ἐπὶ τὸν ἀγῶνα τὸν τιθέμενον αὐτόθι, ὁρῶν ἕκαστον τῶν πολιτῶν κατ’ ἰδίαν κεκτημένον κήρυκα κηρύττοντά τε ἕκαστον αὐτῶν, ὅτε θέλοι, νουμηνίαν σχεδόν τε τοὺς κήρυκας ἐν τῷ χωρίῳ ὄντας πολὺ πλείους κατὰ λόγον τῶν δημοτῶν, ἐπ᾽ ἄκρων ἐβάδιζε τῶν ὀνύχων ἐν τῇ πόλει σχέδην, δεδορκὼς ἀτενὲς εἰς τὴν γῆν κάτω. πυνθανομένου δὲ τῶν ξένων αὐτοῦ τινος τὸ πάθος τὸ γεγονὸς ἐξαπίνης περὶ τοὺς πόδας, τοῦτ᾽ εἶπε· ‘τοῖς ὅλοις μὲν ἔρρωμαι, ξένε, καὶ τῶν κολάκων πολὺ μᾶλλον ἐπὶ δεῖπνον τρέχω· ἀγωνιῶ δὲ καὶ δέδοικα παντελῶς, μή ποτ’ ἐπιβὰς κήρυκι τὸν πόδ’ ἀναπαρῶ.’
41 αὐλεῖν ἐπὶ τοῖς ἱεροῖσιν αὐλητοῦ κακοῦ μέλλοντος ὁ Στρατόνικος ‘εὐφήμει, μέχρι σπείσαντες εὐξώμεσθα, φησί, τοῖς θεοῖς.’
41 Κλέων τις ἦν κιθαρῳδός, ὃς ἐκαλεῖτο Βοῦς, δεινῶς ἀπᾴδων τῇ λύρᾳ τ’ οὐ χρώμενος. τούτου διακούσας ὁ Στρατόνικος εἶφ᾽ ὅτι ‘ὄνος λύρας ἐλέγετο, νῦν δὲ βοῦς λύρας.’
41 Στρατόνικος ὁ κιθαρῳδὸς ὡς Βηρισάδην ἔπλευσεν εἰς τὸν Πόντον ὄντα βασιλέα. πολλοῦ χρόνου δ’ ἤδη γεγονότος ἀποτρέχειν ἠβούλετο Στρατόνικος εἰς τὴν Ἑλλάδα. ὡς δ᾽ αὐτὸν, ὡς ἔοικεν, οὐ προσίετο, τοῦτ’ ἀποκριθῆναί φασι τῷ Βηρισάδῃ· ‘σὺ γὰρ διανοεῖ, φησίν, αὐτοῦ καταμένειν;’
41 ἐν τῇ Κορίνθῳ παρεπεδήμησέν ποτε Στρατόνικος ὁ κιθαρῳδός. εἶτα γρᾴδιον ἐνέβλεπεν αὐτῷ κοὐκ ἀφίστατ’ οὐδαμοῦ. κᾆθ’ ὁ Στρατόνικος ‘πρὸς θεῶν, μῆτερ, φράσον τί ἔσθ’ ὃ βούλει καὶ τί μ’ εἰσβλέπεις ἀεί;’ ‘διηπόρησα, φησίν, εἰ μήτηρ σε μὲν δέκα μῆνας εἶχε κἀκράτει τῆς κοιλίας, πόλις δ’ ἔχουσά σ’ ἡμέραν ἀλγεῖ μίαν.’ ἡ Νικοκρέοντος εἰσιοῦσ’ Ἀξιοθέα γυνὴ μετὰ παιδίσκης ἅβρας εἰς τὸν πότον ἀπεψόφησε κᾆτα τῷ Σικυωνίῳ ἀμυγδάλην ἐπιβᾶσα συνέτριβεν, συνεὶς Στρατόνικος εἶπεν ‘οὐχ ὅμοιος ὁ ψόφος.’ ὑπὸ νύκτα τῆς φωνῆς δὲ ταύτης οὕνεκα ἐν τῷ πελάγει διέλυσε τὴν παρρησίαν. ἐπιδεικνυμένου πόθ᾽, ὡς ἔοικεν, ἐν Ἐφέσῳ ἀφυοῦς κιθαρῳδοῦ τὸν μαθητὴν τοῖς φίλοις, παρὼν κατὰ τύχην ὁ Στρατόνικος τοῦτ’ ἔφη· ‘ὃς αὐτὸς αὑτὸν οὐ κιθ......... ἄλλους κιθα...................’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme