Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 8

42 Κλέαρχος δ’ ἐν δευτέρῳ περὶ φιλίας (FHG II 313) ‘Στρατόνικος, φησίν, ὁ κιθαριστὴς ἀναπαύεσθαι μέλλων ἐκέλευεν ἀεὶ τὸν παῖδα προσφέρειν αὑτῷ πιεῖν· ‘οὐχ ὅτι διψῶ, φησίν, ἵνα δὲ μὴ διψήσω.’ ἐν δὲ Βυζαντίῳ κιθαρῳδοῦ τὸ μὲν προοίμιον ᾄσαντος εὖ, ἐν δὲ τοῖς λοιποῖς ἀποτυγχάνοντος, ἀναστὰς ἐκήρυξεν ‘ὃς ἂν καταμηνύσῃ τὸν τὸ προοίμιον ᾄσαντα κιθαρῳδόν, λήψεται χιλίας δραχμάς.’ ἐρωτηθεὶς δ’ ὑπό τινος τίνες εἰσὶν οἱ μοχθηρότατοι, τῶν ἐν Παμφυλίᾳ Φασηλίτας μὲν ἔφησε μοχθηροτάτους εἶναι, Σιδήτας δὲ τῶν ἐν τῇ οἰκουμένῃ. πάλιν δ’ ἐπερωτηθείς, ὥς φησιν Ἡγήσανδρος (FHG IV 415), πότερα Βοιωτοὶ βαρβαρώτεροι τυγχάνουσιν ὄντες ἢ Θετταλοί, Ἠλείους ἔφησεν. ἀναστήσας δέ ποτε καὶ τρόπαιον ἐν τῇ διατριβῇ ἐπέγραψε ‘κατὰ τῶν κακῶς κιθαριζόντων.’ ἐρωτηθεὶς δὲ ὑπό τινος τίνα τῶν πλοίων ἀσφαλέστατά ἐστι, τὰ μακρὰ ἢ τὰ στρογγύλα, ‘τὰ νενεωλκημένα’ εἶπεν. ἐν Ῥόδῳ δ’ ἐπίδειξιν ποιούμενος, ὡς οὐδεὶς ἐπεσημήνατο, καταλιπὼν τὸ θέατρον ἐξῆλθεν εἰπὼν ‘ὅπου τὸ ἀδάπανον οὐ ποιεῖτε, πῶς ἐγὼ ἐλπίζω παρ’ ὑμῶν ἔρανον λήψεσθαι’; ‘γυμνικοὺς δὲ ἀγῶνας, ἔφη, διατιθέτωσαν Ἠλεῖοι, Κορίνθιοι δὲ θυμελικούς, Ἀθηναῖοι δὲ σκηνικούς. εἰ δέ τις τούτων πλημμελοίη, μαστιγούσθωσαν Λακεδαιμόνιοι’, ἐπισκώπτων τὰς παρ’ αὐτοῖς ἀγομένας μαστιγώσεις, ὥς φησι Χαρικλῆς ἐν τῷ πρώτῳ περὶ τοῦ ἀστικοῦ ἀγῶνος (FHG IV 360). Πτολεμαίου δὲ τοῦ βασιλέως περὶ κιθαριστικῆς πρὸς αὐτὸν διαλεγομένου φιλονικότερον, ‘ἕτερόν ἐστιν, εἶπεν, ὦ βασιλεῦ, σκῆπτρον, ἕτερον δὲ πλῆκτρον’, ὥς φησι Καπίτων ὁ ἐποποιὸς ἐν δʹ τῶν πρὸς Φιλόπαππον ὑπομνημάτων. παρακληθεὶς δ’ ἀκοῦσαί ποτε κιθαρῳδοῦ μετὰ τὴν ἀκρόασιν ἔφη· Il. 16.250 τῷ δ’ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ᾽ ἀνένευσε, καί τινος εἰπόντος ‘τὸ ποῖον;’ ἔφη ‘κακῶς μὲν κιθαρίζειν ἔδωκεν, ᾄδειν δὲ καλῶς ἀνένευσε.’ δοκοῦ δέ ποτε καταπεσούσης καὶ ἀποκτεινάσης ἕνα τῶν πονηρῶν ‘ἄνδρες, ἔφη, δοκῶ, εἰσὶ θεοί· εἰ δὲ μή εἰσι, δοκοί εἰσιν.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme