Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 8

50 εἰπόντος οὖν τινος ἔτι παρασκευάζεσθαι τοὺς μαγείρους διὰ τὴν πολλὴν τῶν λόγων ἑστίασιν, ἵνα μὴ ψυχρὰ παρατιθῶσιν (οὐδεὶς γὰρ ἂν φάγοι ψυχρῶν), ὁ Κύνουλκος ἔφη· ‘κατὰ τὸν Ἀλέξιδος τοῦ κωμῳδιοποιοῦ Μίλκωνα (II 353 K) ἐγώ (φησιν) — — — κἂν μὴ παραθῶσι θερμά. τἀγαθὸν Πλάτων ἁπανταχοῦ φησ’ ἀγαθὸν εἶναι, μανθάνεις; τὸ δ’ ἡδὺ πάντως ἡδὺ κἀκεῖ κἀνθάδε. οὐκ ἀχαρίτως δὲ καὶ Σφαῖρον τὸν συσχολάσαντα μὲν Χρυσίππῳ παρὰ Κλεάνθει, μετάπεμπτον δὲ γενόμενον εἰς Ἀλεξάνδρειαν ὑπὸ τοῦ βασιλέως Πτολεμαίου, κηρίνων ποτὲ ἐν τῷ δείπνῳ παρατεθεισῶν ὀρνίθων ἐκτείναντα τὰς χεῖρας ἐπισχεθῆναι ὑπὸ τοῦ βασιλέως, ὡς ψεύδει συγκατατιθέμενον. τὸν δ’ εὐστόχως ἀποφήνασθαι εἰπόντα οὐ τούτῳ συγκατατίθεσθαι ὅτι εἰσὶν ὄρνεις, ἀλλ’ ὅτι εὔλογόν ἐστι ταύτας ὄρνεις εἶναι. διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου· τὴν μὲν γὰρ ἀδιάψευστον εἶναι, τὸ δ᾽ εὔλογον κἂν ἄλλως ἀποβαίνειν. καὶ ἡμῖν οὖν κατὰ τὴν καταληπτικὴν φαντασίαν καὶ τῶν κηρίνων περιενεχθήτω, ἵνα κἂν κατὰ τὴν ὄψιν πλανᾶσθαι δυνώμεθα ἵνα μὴ πάντα λαλῶμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme