Book 8
60
καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, περὶ οὗ φησι Θέογνις ἐν β’ περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν γράφων οὕτως· ᾽ εἶδος δέ τι τοῦ ἀγείρειν χελιδονίζειν ξ Ῥόδιοι καλοῦσιν, ὃ γίνεται τῷ Βοηδρομιῶνι μηνί. χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι· ἦλθ᾽, ἦλθε χελιδὼν καλὰς ὧρας ἄγουσα, καὶ καλοὺς ἐνιαυτούς, ἐπὶ γαστέρα λευκά, κἠπὶ νῶτα μέλαινα, παλάθαν σὺ προκύκλει ἐκ πίονος οἴκου οἴνου τε δέπαστρον τυρῶν· τε κάνυστρον. καὶ πύρωνα χελιδὼν καὶ λεκιθίταν οὐκ ἀπωθεῖται, πότερ᾽· ἀπίωμες ἢ λαβώμεθα; εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομες, ἢ τὰν θύραν φέρωμες ἢ τὸ ὑπέρθυρον ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν· μικρὰ μὲν ἐστι, ῥᾳδίως νιν οἴσομες. ἂν δὴ φέρῃς τι, μέγα δή τι φέροις. ἄνοιγ’ ἄνοιγε τὰν θύραν χελιδόνι· οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία. τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος Κλεόβουλος ὁ Λίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων.