Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 8

59 ἐπεὶ δὲ κατὰ θεὸν ἐν τοῖς προκειμένοις, φίλτατε Οὐλπιανέ, ἢ ὑμεῖς, γραμματικῶν παῖδες, εἴπατέ μοι τίνι ἐννοίᾳ ὁ Ἔφιππος ἐν τοῖς προειρημένοις ἔφη· τὸ μοσχίον τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν. ἐγὼ γὰρ οἴομαι ἱστορίαν τινὰ εἶναι καὶ ποθῶ μαθεῖν’. καὶ ὁ Πλούταρχος ἔφη Ῥοδιακὴν εἶναι λεγομένην ἱστορίαν, ἣν ἐπὶ τοῦ παρόντος ἀποστοματίζειν οὐ δύνασθαι τῷ πάνυ πρὸ πολλοῦ ἐντετυχηκέναι τῷ ταῦτα περιέχοντι βιβλίῳ. ‘οἶδα δὲ Φοίνικα τὸν Κολοφώνιον ἰαμβοποιὸν μνημονεύοντά τινων ἀνδρῶν ὡς ἀγειρόντων τῇ κορώνῃ, καὶ λέγοντα ταῦτα (anth. 1. p. 217 Bgk)· ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων τῇ παιδὶ τἀπόλλωνος ἢ λέκος πυρῶν ἢ ἄρτον ἢ ἤμαιθον ἢ ὅ τι τις χρῄζει· δότ᾽, ὦγαθοί, τι τῶν ἕκαστος ἐν χερσὶν ἔχει κορώνῃ· χἄλα λήψεται χόνδρον· φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι· ὁ νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει. ὦ παῖ, θύρην ἄγκλινε· πλοῦτος ἤκουσε, καὶ τῇ κορώνῃ παρθένος φέρει σῦκα. θεοί, γένοιτο πάντ’ ἄμεμπτος ἡ κούρη κἀφνειὸν ἄνδρα κὠνομαστὸν ἐξεύροι· καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη, θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις. ἐγὼ δ’ ὅκου πόδες φέρουσιν, ὀφθαλμοὺς ἀμείβομαι Μούσῃσι πρὸς θύρῃσ’ ᾄδων καὶ δόντι καὶ μὴ δόντι πλέονα τωνγεω. καὶ ἐπὶ τέλει δὲ τοῦ ἰάμβου φησίν· ἀλλ᾽, ὦγαθοί, ἐπορέξαθ’ ὧν μυχὸς πλουτεῖ· δὸς ὦν, ἄναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη· νόμος κορώνῃ χεῖρα δοῦν ἐπαιτούσῃ. τοσαῦτ’ ἀείδω· δός τι καὶ καταχρήσει. κορωνισταὶ δὲ ἐκαλοῦντο οἱ τῇ κορώνῃ ἀγείροντες, ὥς φησι Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων· καὶ τὰ ᾀδόμενα δὲ ὑπ’ αὐτῶν κορωνίσματα καλεῖται, ὡς ἱστορεῖ Ἁγνοκλῆς ὁ Ῥόδιος ἐν Κορωνισταῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme