Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 8

60 καὶ χελιδονίζειν δὲ καλεῖται παρὰ Ῥοδίοις ἀγερμός τις ἄλλος, περὶ οὗ φησι Θέογνις ἐν βʹ περὶ τῶν ἐν Ῥόδῳ θυσιῶν (FHG IV 514) γράφων οὕτως· ‘εἶδος δέ τι τοῦ ἀγείρειν χελιδονίζειν Ῥόδιοι καλοῦσιν, ὃ γίνεται τῷ Βοηδρομιῶνι μηνί. χελιδονίζειν δὲ λέγεται διὰ τὸ εἰωθὸς ἐπιφωνεῖσθαι· ἦλθ᾽, ἦλθε χελιδὼν καλὰς ὧρας ἄγουσα, καλοὺς ἐνιαυτούς, ἐπὶ γαστέρα λευκά, ἐπὶ νῶτα μέλαινα. παλάθαν σὺ προκύκλει ἐκ πίονος οἴκου οἴνου τε δέπαστρον τυροῦ τε κάνυστρον. καὶ πυρῶν ἁ χελιδὼν καὶ λεκιθίταν οὐκ ἀπωθεῖται. πότερ’ ἀπίωμες ἢ λαβώμεθα; εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομεν, ἢ τὰν θύραν φέρωμες ἢ θοὐπέρθυρον ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν· μικρὰ μέν ἐστι, ῥᾳδίως νιν οἴσομες. ἂν δὴ φέρῃς τι, μέγα δή τι φέροιο. ἄνοιγ’ ἄνοιγε τὰν θύραν χελιδόνι· οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία. τὸν δὲ ἀγερμὸν τοῦτον κατέδειξε πρῶτος Κλεόβουλος ὁ Λίνδιος ἐν Λίνδῳ χρείας γενομένης συλλογῆς χρημάτων.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme