Book 8
66
οἱ δὲ νῦν προσποιούμενοι θεοῖς θύειν καὶ συγκαλοῦντες ἐπὶ τὴν θυσίαν τοὺς φίλους καὶ τοὺς οἰκειοτάτους καταρῶνται μὲν τοῖς τέκνοις, λοιδοροῦνται δὲ ταῖς γυναιξί, κλαυθμυρίζουσιν τοὺς οἰκέτας, ἀπειλοῦσι τοῖς πολλοῖς, μονονουχὶ τὸ τοῦ Ὁμήρου λέγοντες· νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα, ἐπὶ νοῦν οὐ λαμβάνοντες τὰ εἰρημένα ὑπὸ τοῦ τὸν Χείρωνα πεποιηκότος, εἴτε Φερεκράτης ἐστὶν εἴτε Νικόμαχος ὁ ῥυθμικὸς ἢ ὅστις δή ποτε· μηδὲ σὺ γ’ ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει· ἀλλὰ μάλ’ εὔκηλος τέρπου φρένα τέρπε τ’ ἐκεῖνον. νῦν δὲ τούτων μὲν οὐδ’ ὅλως μέμνηνται, τὰ δὲ ἑξῆς αὐτῶν ἐκμανθάνουσιν, ἅπερ πάντα ἐκ τῶν εἰς Ἡσίοδον ἀναφερομένων μεγάλων Ἠοίων πεπαρῴδηται· ἡμῶν δ’ ἢν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον, ἀχθόμεθ’ ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα χὤττι τάχιστα θύραζ’ ἐξελθεῖν βουλόμεθ’ αὐτόν. εἶτα γνούς πως τοῦθ’ ὑποδεῖται, κᾆτά τις εἶπε τῶν ξυμπινόντων ᾽ἤδη σύ; τί οὐχ ὑποπίνεις; οὐχ ὑπολύσεις αὐτόν; ὁ δ’ ἄχθεται αὐτὸς ὁ θύων τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξ’ ἐλεγεῖα· ᾽ μηδένα μήτ’ ἀέκοντα μένειν κατέρυκε παρ’ ἡμῖν μήθ’ εὕδοντ’ ἐπέγειρε, Σιμωνίδη. οὐ γὰρ ἐπ᾽ οἴνοις τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα; ἔτι δὲ καὶ ταῦτα προστίθεμεν μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελον εἶναι ἐκ κοινοῦ· πλείστη τε χάρις δαπάνη τ’ ὀλιγίστη.
67
καὶ θύοντες μὲν τοῖς θεοῖς ὀλίγιστα εἰς τὰς θυσίας καὶ τὰ τυχόντα δαπανῶμεν, ὥσπερ ὁ καλὸς Μένανδρος ἐν τῇ Μέθῃ παρίστησιν εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας, τὸν μέλανα Θάσιον, ἐγχέλεις, τυρόν, μέλι μικροῦ ταλάντου· γίνεται τε κατὰ λόγον δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς, τούτων δὲ πρὸς ταῦτ’ ἀντανελεῖν τὴν ζημίαν, πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται; ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε, εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν, ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.