Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 8

10 οὐ λανθάνει δέ με καὶ ὅτι κοινῶς πάντες οἱ ἰχθύες καμασῆνες ὑπὸ Ἐμπεδοκλέους ἐλέχθησαν τοῦ φυσικοῦ οὕτως (v. 214 St) πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες, καὶ ὅτι ὁ τὰ Κύπρια ποιήσας ἔπη, εἴτε Κύπριός τίς ἐστιν ἢ Στασῖνος ἢ ὅστις δή ποτε χαίρει ὀνομαζόμενος, τὴν Νέμεσιν ποιεῖ διωκομένην ὑπὸ Διὸς καὶ εἰς ἰχθὺν μεταμορφουμένην διὰ τούτων (fr. 6 K)· τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι· τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα Ζηνὶ θεῶν βασιλῆι τέκεν κρατερῆς ὑπ’ ἀνάγκης. φεῦγε γὰρ οὐδ’ ἔθελεν μιχθήμεναι ἐν φιλότητι πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ φεῦγεν, Ζεὺς δ’ ἐδίωκε· λαβεῖν δ’ ἐλιλαίετο θυμῷ ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἰχθύι εἰδομένην, πόντον πολὺν ἐξορόθυνεν, ἄλλοτ’ ἀν’ Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης, ἄλλοτ’ ἀν’ ἤπειρον πολυβώλακα. γίγνετο δ’ αἰεὶ θηρί’ ὅσ’ ἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν.
11 οἶδα δὲ καὶ τὰ περὶ τὴν ἀπόπυριν καλουμένην περὶ τὴν Βόλβην λίμνην, περὶ ἧς Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι φησὶν οὕτως (FHG IV 420)· ‘Ἀπολλωνίαν τὴν Χαλκιδικὴν δύο ποταμοὶ περιρρέουσιν Ἀμμίτης καὶ Ὀλυνθιακός· ἐμβάλλουσι δ’ ἀμφότεροι εἰς τὴν Βόλβην λίμνην. ἐπὶ δὲ τοῦ Ὀλυνθιακοῦ μνημεῖόν ἐστιν Ὀλύνθου τοῦ Ἡρακλέους καὶ Βόλβης υἱοῦ. κατὰ δὲ τὸν Ἀνθεστηριῶνα καὶ Ἐλαφηβολιῶνα λέγουσιν οἱ ἐπιχώριοι διότι πέμπει ἡ Βόλβη τὴν ἀπόπυριν Ὀλύνθῳ, καὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπέραντον πλῆθος ἰχθύων ἐκ τῆς λίμνης εἰς τὸν Ὀλυνθιακὸν ἀναβαίνειν ποταμόν. ἐστὶ δὲ βραχύς, ὥστε μόλις κρύπτειν τὸ σφυρόν· ἀλλ’ οὐδὲν ἧττον τοσοῦτον ἔρχεται πλῆθος ἰχθύων ὥστε τοὺς περιοίκους ἅπαντας ἱκανὸν εἰς τὴν ἑαυτῶν χρείαν συντιθέναι τάριχος. θαυμαστὸν δέ ἐστι τὸ μὴ παραλλάττειν τὸ τοῦ Ὀλύνθου μνημεῖον. πρότερον μὲν οὖν φασι τοὺς κατὰ τὴν Ἀπολλωνίαν Ἐλαφηβολιῶνος τὰ νόμιμα συντελεῖν τοῖς τελευτήσασι, νῦν δ’ Ἀνθεστηριῶνος. διὰ ταύτην οὖν τὴν αἰτίαν μόνοις τούτοις τοῖς μησὶ τοὺς ἰχθῦς τὴν ἀνάβασιν ποιεῖσθαι, ἐν οἷς τοὺς τετελευτηκότας εἰώθασι τιμᾶν.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme