Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

1 Δόρπου δ’ ἐξαῦτις μνησώμεθα, χερσὶ δ’ ἐφ’ ὕδωρ χευάντων· μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται (Od. 4.213) ἐμοί τε καὶ σοί, ὦ Τιμόκρατες. περιενεχθέντων γὰρ κωλήνων καί τινος εἰπόντος εἰ τακεραί εἰσι, ‘παρὰ τίνι κεῖται τὸ τακερόν;’ ὁ Οὐλπιανὸς ἔφη. ‘καὶ σίναπυ δὲ τίς εἴρηκε τὸ νᾶπυ; ὁρῶ γὰρ ἐν παροψίσι περιφερόμενον μετὰ τῶν κωλεῶν. οἶδα γὰρ καὶ οὕτως λεγόμενον κωλεὸν ἀρσενικῶς καὶ οὐχ, ὡς οἱ ἡμεδαποὶ Ἀθηναῖοι, μόνως θηλυκῶς. Ἐπίχαρμος γοῦν ἐν Μεγαρίδι φησίν (p. 246 L)· ‘ὀρύα, τυρίδιον, κωλεοί, σφονδύλοι, τῶν δὲ βρωμάτων οὐδὲ ἕν.’ καὶ ἐν Κύκλωπι (p. 243 L)· χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὠ κωλεός. μάθετε δὲ καὶ τοῦτο παρ’ ἐμοῦ, ὦ σοφώτατοι, ὅτι νῦν ὁ Ἐπίχαρμος καὶ χορδὴν ὠνόμασεν, ἀεί ποτε ὀρύαν καλῶν. καὶ ἅλας δὲ ἡδυσμένους ὁρῶ ἐν ἄλλαις παροψίσιν. ἀνηδύντων δὲ ἁλῶν πλήρεις οἱ κυνικοί, παρ’ οἷς κατὰ τὸν Ἀντιφάνην, λέγει δ’ ἐν Κωρύκῳ τις ἄλλος κύων (II 66 K)· τῶν θαλαττίων δ’ ἀεὶ ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ᾽, ἅλας. ...... ἐπὶ δὲ τούτοις πίνομεν οἰνάριον, ἧδος νὴ Δί’ οἰκίας τρόπον. Β. πῶς ἧδος; Α. οἷον τοῖς παροῦσι συμφέρει ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ. ὁρῶ δὲ καὶ μετὰ ὄξους ἀναμεμιγμένον γάρον. οἶδα δὲ ὅτι νῦν τινες τῶν Ποντικῶν ἰδίᾳ καθ’ αὑτὸ κατασκευάζονται ὀξύγαρον.’
1 / 72 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme