Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

21 ὁ δ’ ἐν τοῖς Εὔφρονος Συνεφήβοις μάγειρος ἀκούσατε οἷα παραινεῖ (IV 492 M)· ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς, οὐκ ἔστι παίζειν οὐδ’ ἃ μεμάθηκας ποιεῖν. ἐχθὲς κεκινδύνευκας· οὐδεὶς εἶχέ σοι κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλ’ ἦσαν κενοί· ἐγκέφαλος ἠλλοίωτο. δεῖ δέ, Καρίων, ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν, Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην, μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς εἶναι δίκαιον, οἷ δὲ νῦν βαδίζομεν εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦτ’ αἰσθάνῃ, ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός. ὁ καιρὸς εὐκτός· ὠφελοῦ. φιλάργυρος ὁ γέρων, ὁ μισθὸς μικρός· εἴ σε λήψομαι νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας, ἀπόλωλας. εἴσω πάραγε· καὶ γὰρ αὐτὸς οὑτοσὶ προσέρχεθ’ ὁ γέρων. ὡς δὲ καὶ γλίσχρον βλέπει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme