Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

23 καὶ ὁ παρὰ τῷ Ἀλέξιδι δὲ ἐν Μιλησίοις μάγειρος οὐ μακρὰν τούτου ἐστὶ λέγων τοιάδε (II 351 K)· οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι οὐχ ἁρχιτέκτων κύριος τῆς ἡδονῆς μόνος καθέστηκ᾽, ἀλλὰ καὶ τῶν χρωμένων συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς. Β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν. Α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον δεῖ τοὔψον, ἄλλο δ’ οὐδέν. ἂν μὲν οὖν τύχῃ ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην· ἂν δ’ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς, ὥστ’ ἢ προοπτήσαντα χλιαίνειν πάλιν, ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ, ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν. Β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω. Α. ἑστήκαθ’ ὑμεῖς· κάεται δ’ ἐμοὶ τὸ πῦρ· ἤδη πυκνοὶ δ’ ᾄττουσιν Ἡφαίστου κύνες κούφως πρὸς αἴθραν, οἷς τὸ γίνεσθαί θ’ ἅμα καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme