Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

25 τις τούτων τῶν δευτέρων ἑπτὰ σοφῶν ὀνομασθέντων τοιοῦτόν τι ἐπενόησε περὶ τοῦ χοίρου, πῶς καὶ τὰ ἐντὸς πεπλήρωται καὶ τὸ μὲν ὀπταλέον ἐστὶν αὐτοῦ, τὸ δὲ ἑφθόν αὐτὸς δ’ ἐστὶν ἄσφακτος; δεομένων οὖν ἡμῶν καὶ λιπαρούντων δεικνύναι τὴν σοφίαν, οὐκ ἐρῶ, φησί, τῆτες, μὰ τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντας καὶ πρὸς ἔτι τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας. ἔδοξεν οὖν πᾶσι διὰ τὸν τηλικόνδε ὅρκον μὴ βιάζεσθαι τὸν ἄνθρωπον, ἐπ’ ἄλλο δέ τι τῶν παραφερομένων τὰς χεῖρας ἐπιβάλλειν. καὶ ὁ Οὐλπιανὸς ἔφη· μὰ τοὺς ἐν Ἀρτεμισίῳ κινδυνεύσαντας, οὐδείς τινος γεύσεται πρὶν λεχθῆναι ποῦ κεῖται τὸ παραφέρειν. τὰ γὰρ γεύματα ἐγὼ οἶδα μόνος. καὶ ὁ Μάγνος ἔφη· Ἀριστοφάνης ἐν Προάγωνι· τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια; σώφρων δ’ ἐν γυναικείοις κατὰ τὸ κοινότερον κέχρηται λέγων ᾽ παράφερε, Κοικόα, τὸν σκύφον μεστόν καὶ Πλάτων δ’ ἐν Λάκωσιν ἔφη· πάσας παραφερέτω Ἄλεξις Παμφίλῃ· παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων ἀγαθῶν ἁμάξας περὶ δὲ τῶν γευμάτων ἃ σαυτῷ προὔπιες ὥρα σοι λέγειν, Οὐλπιανέ. τὸ γὰρ γεῦσαι ἔχομεν παρ’ Εὐπόλιδι ἐν Αἰξί· τοῦδε νῦν γεῦσαι λαβών. καὶ ὁ Οὐλπιανὸς ἔφιππος, ἔφη, ἐν Πελταστῇ ᾽ ᾽ἔνθ’ ὄνων ἵππων τε στάσεις καὶ γεύματα οἴνων Ἀντιφάνης δ’ ἐν Διδύμοις· οἰνογευστεῖ , περιπατεῖ ἐν τοῖς στεφάνοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme