Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

29 σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον, εἰς τὴν οἰκίαν εἴληφ’ ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς ὅσ’ ἂν λέγῃ συνίημι· καινὰ ῥήματα πεπορισμένος πάρεστιν. ὡς εἰσῆλθε γάρ, εὐθὺς μ’ ἐπηρώτησε προσβλέψας μέγα ᾽ πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς. τοὺς δέ μέροπας τούτους με γινώσκειν δοκεῖς; οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. οὐδ’ ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως; οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος, ὁ δεῖν᾽, ὁ δεῖνα· κατ’ ὄνομ’ ἀνελογιζόμην οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδεὶς παρέσται, φημί. ᾽ τί λέγεις; οὐδὲ εἷς;᾽ σφόδρ’ ἠγανάκτησ’ ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ. ᾽ σῦν ἄρα θύεις ἐρυσίχθον᾽; ᾽ οὔκ, ἔφην ἐγώ. ‘βοῦν δ’ εὐρυμέτωπον;’ οὐ θύω βοῦν, ἄθλιε. ‘μῆλα θυσιάζεις ἆρα;’ μὰ Δί᾽ ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δ᾽. ‘οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα;’ μῆλα πρόβατ᾽; οὐ μανθάνω· οὐκ οἶδα τούτων οὐδὲν οὐδὲ βούλομαι. ἀγροικότερός εἰμ᾽; ὥσθ’ ἁπλῶς μοι διαλέγου. ‘Ὅμηρος, οὐκ οἶσθ᾽, ἔλεγε ταῦτα;’ καὶ μάλα ἐξῆν ὃ βούλοιτ᾽, ὦ μάγειρ᾽, αὐτῷ λέγειν. ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας; ᾽ κατ’ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπὰ μοι Ὁμηρικῶς γὰρ διανοεῖ μ’ ἀπολλύναι; ᾽ ᾽οὕτω λαλεῖν εἴωθα.᾽ μὴ τοίνυν λάλει οὕτω παρ’ ἔμοιγ’ ὤν. ἀλλὰ διὰ τὰς τέτταρας δραχμὰς ἀποβάλω φησί, ι τὴν προαίρεσιν; τὰς οὐλοχύτας φέρε δεῦρο.᾽ τοῦτο δ᾽· ἐστὶ τί; κριθαί. τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις; ᾽ πηγὸς πάρεστι; πηγός; οὐχὶ λαικάσει, ὁ ἐρεῖς σαφέστερὸν θ’ ὃ βούλει μοι λέγειν; · ἀτάσθαλὸς γ’ εἶ, πρέσβυ, ᾽ φησ’ ʽ ἅλας φέρε τοῦτ’ ἔστι πηγός; ᾽ ἀλλὰ δεῖξον χέρνιβα.᾽ παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα τοιαῦθ’ ἃ μὰ τὴν Γῆν οὐδὲ εἷς ἤκουσεν ἄν, μίστυλλα, μοίρας, δίπτυχ᾽, ὀβελούς, ὥστε με τῶν τοῦ Φιλίτα λαμβάνοντα βιβλίων σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων, πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν ἀνθρωπίνως λαλεῖν τε. τὸν δ’ οὐκ ἂν ταχὺ ἔπεισεν ἡ Πειθὼ μὰ τὴν Γῆν οἶδ’ ὅτι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme