Book 9
29
σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον εἰς τὴν οἰκίαν εἴληφ᾽· ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς ὅσ’ ἂν λέγῃ συνίημι· καινὰ ῥήματα πεπορισμένος πάρεστιν. ὡς εἰσῆλθε γάρ, εὐθύς μ’ ἐπηρώτησε προσβλέψας μέγα ‘πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε.’ ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς. τοὺς δὲ μέροπας τούτους με γινώσκειν δοκεῖς; οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. ‘οὐδ᾽ ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως;’ οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην· ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος, ὁ δεῖν᾽, ὁ δεῖνα· κατ’ ὄνομ’ ἀνελογιζόμην· οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδεὶς παρέσται, φημί. ‘τί λέγεις; οὐδὲ εἷς;’ σφόδρ’ ἠγανάκτησ’ ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ. ‘σῦν ἄρα θύεις ἐρυσίχθον᾽;’ οὔκ, ἔφην ἐγώ. ‘βοῦν δ’ εὐρυμέτωπον;’ οὐ θύω βοῦν, ἄθλιε. ‘μῆλα θυσιάζεις ἆρα;’ μὰ Δί’ ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δ᾽. ‘οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα;’ μῆλα πρόβατ᾽; οὐ μανθάνω .....τούτων οὐδὲν οὐδὲ βούλομαι. ἀγροικότερός εἰμ᾽· ὥσθ’ ἁπλῶς μοι διαλέγου. ‘Ὅμηρον οὐκ οἶσθα λέγοντα;’ καὶ μάλα ἐξῆν ὃ βούλοιτ᾽, ὦ μάγειρ᾽, αὐτῷ λέγειν. ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας; ‘κατ’ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι.’ Ὁμηρικῶς γὰρ διανοεῖ μ’ ἀπολλύναι; ‘οὕτω λαλεῖν εἴωθα.’ μὴ τοίνυν λάλει οὕτω παρ’ ἔμοιγ’ ὤν. ‘ἀλλὰ διὰ τὰς τέτταρας δραχμὰς ἀποβάλω, φησί, τὴν προαίρεσιν; τὰς οὐλοχύτας φέρε δεῦρο.’ τοῦτο δ’ ἐστὶ τί; ‘κριθαί.’ ‘τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις; ‘πηγὸς πάρεστι;’ πηγός; οὐχὶ λαικάσει, ἐρεῖς σαφέστερόν θ’ ὃ βούλει μοι λέγειν; ‘ἀτάσθαλός γ’ εἶ, πρέσβυ, φησ᾽· ἅλας φέρε.’ τοῦτ’ ἔστι πηγός; ‘ἀλλὰ δεῖξον χέρνιβα.’ παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα τοιαῦθ’ ἃ μὰ τὴν Γῆν οὐδὲ εἷς ἤκουσεν ἄν, μίστυλλα, μοίρας, δίπτυχ᾽, ὀβελούς, ὥστε με τῶν τοῦ Φιλητᾶ λαμβάνοντα βιβλίων σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων, πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν ἀνθρωπίνως λαλεῖν τε. τὸν δ’ οὐκ ἂν ταχὺ ἔπεισεν ἡ Πειθὼ μὰ τὴν Γῆν οἶδ’ ὅτι.