Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

30 περίεργον δ’ ἐστὶν ὡς ἀληθῶς τὸ πολὺ τῶν μαγείρων γένος περί τε τὰς ἱστορίας καὶ τὰ ὀνόματα, λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοι γόνυ κνήμης ἔγγιον καὶ περιῆλθον Ἀσίαν καὶ Εὐρώπην. ἐπιτιμῶντας δὲ τινί φασιν μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἐγὼ δὲ ἕνα τῶν ἀρχαίων μαγείρων τεθαύμακα πείρᾳ τῆς τέχνης ἧς εἰσηγήσατο ἀπολαύσας. παράγει δ’ αὐτὸν Ἄλεξις ἐν Λέβητι λέγοντα τάδε· ἧψε, μοὐδόκει, πνικτόν τι ὄψον δελφάκειον. γλ. ἡδύ γε. α. ἔπειτα προσκέκαυκε. γλ. μηδὲν φροντίσῃς· ἰάσιμον γὰρ τὸ πάθος ἐστί. α. τῷ τρόπῳ; γλ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τιν’ ἐγχέας ψυχρόν, ξυνιεῖς, εἶτα θερμὴν τὴν χύτραν εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖσ’ ἔτι ἕλξει δι’ αὑτῆς νοτίδα καὶ ζυμουμένη ὥσπερ κίσηρις λήψεται διεξόδους σομφάς, δι’ ὧν τὴν ὑγρασίαν ἐκδέξεται τὰ κρεᾴδι’ ἔσται τ’ οὐκ ἀπεξηραμμένα, ἔγχυλα δ’ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν. α. Ἄπολλον, ὡς ἰατρικῶς, ὦ Γλαυκία, ταυτὶ ποιήσω. γλ. καὶ παρατίθει γ’ αὐτά, παῖ, ὅταν παρατιθῇς, μανθάνεις, ἐψυγμένα. ἀτμὶς γὰρ οὕτως οὐχὶ προσπηδήσεται ταῖς ῥισίν, ἀλλ’ ἄνω μάλ’ εἶσι καταφυγών. α. πολλῷ γ’ ἀμείνων, ὡς ἔοικας, ἦσθ’ ἄρα λογογράφος ἢ μάγειρος, ὃ λέγεις οὐ λέγεις· τέχνην δ’ ὀνειδίζεις.
31 καὶ μαγείρων μὲν ἅλις, ἄνδρες δαιταλεῖς, μὴ καὶ τις αὐτῶν τὰ ἐκ Δυσκόλου Μενάνδρου βρενθυόμενος λαρυγγίσῃ τάδε· οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη. ἐγὼ δ’ ὑμῖν, κατὰ τὸν ἥδιστον Δίφιλον παρατίθημ’ ὁλοσχερῆ ἄρν’ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον, χοιρίδια περιφόρινα κρομβώσας ὅλα, δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme