Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

33 ἦσαν δὲ καὶ ἡμίκραιραι πολλαὶ δελφάκων, μνημονεύει δ’ αὐτῶν Κρώβυλος ἐν Ψευδυποβολιμαίῳ· εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος. ταύτης μὰ τὸν Δί᾽ οὐχὶ κατέλιπον δ’ ἐγὼ οὐδέν. μετὰ δὲ ταῦτα ὁ καλούμενος κρεωκάκκαβος. κρέα δ’ ἐστὶ ταῦτα συγκεκομμένα μεθ’ αἵματος καὶ λίπους ἐν ζωμῷ γεγλυκασμένῳ. λέγειν δὲ οὕτως Ἀριστοφάνης φησὶν ὁ γραμματικὸς Ἀχαιούς, ὁ Μυρτίλος ἔφη. Ἀντικλείδης δ᾽ ἐν η’ Νόστων ᾽ ἐν δείπνῳ, ᾽ φησίν, μελλόντων Χίων ὑπ’ Ἐρυθραίων ἐξ ἐπιβουλῆς ἀναιρεῖσθαι μαθών τις τὸ μέλλον γίνεσθαι ἔφη ὦ Χῖοι, πολλὴ γὰρ Ἐρυθραίους ἔχει ὕβρις, φεύγετε δειπνήσαντες ὑὸς κρέα μηδὲ μένειν βοῦν.᾽ ἀναβράστων δὲ κρεῶν μνημονεύει Ἀριστομένης Γόησιν οὕτως · καὶ ὄρχεις ἤσθιον, οὓς καὶ νεφροὺς ἐκάλουν Φιλιππίδης ἐν τῇ Ἀνανεώσει Γναθαίνης τῆς ἑταίρας τὸ γαστρίμαργον ἐμφανίζων λέγει· ἔπειτ’ ἐπὶ τούτοις πᾶσιν ἧκ’ ὄρχεις φέρων πολλούς, τὰ μὲν οὖν γύναια τἄλλ’ ἠκκίζετο, ὁ ἡ δ’ ἀνδροφόνος Γνάθαιν᾽ ἀναγελάσασ᾽ ἅμα· ‘καλοί γε’ φησίν, ‘οἱ νεφροί, νὴ τὴν φίλην Δήμητρα.’ καὶ δύ᾽ ἁρπάσασα κατέπιεν, ὥσθ’ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme