Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

3 ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν· σὺ δ’ ἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου ἡ παροψὶς κεῖται. ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Ἑορταῖς οὕτως (I 609 K)· ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες. ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε (I 611 K)· Α. γυνὴ καθεύδουσ’ ἐστὶν ἀργόν. Β. μανθάνω. Α. ἐγρηγορυίας δ’ εἰσὶν αἱ παροψίδες αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμ’ εἰς ἡδονὴν ἢ τἄλλα βεῖν οὐ γάρ τινες παροψίδες εἰσ᾽, ἀντιβολῶ σ᾽; κἀν τοῖς δ’ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων. ἐν δὲ Φάωνι (I 649 K)· τὰ δ’ ἀλλότρι’ ἔσθ’ ὅμοια ταῖς παροψίσι· βραχὺ γάρ τι τέρψαντ’ ἐξανάλωται ταχύ. Ἀριστοφάνης Δαιδάλῳ (I 436 K)· πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.’
4 σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ, ‘ἀλλ’ ἐγώ, φησὶν ὁ Λεωνίδης, εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας· πολλοῖς δ’ ἀντιλέγειν κατὰ τὸν Πάριον Εὔηνον (II 269 B) ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δ’ ἀντιλέγειν οὐκ ἔτι τοῦτ’ ἐν ἔθει· καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός· ‘σοὶ μὲν ταῦτα δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε.’ τοὺς ξυνετοὺς δ’ ἄν τις πείσειε τάχιστα λέγων εὖ, οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme