Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

4 σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ, ἀλλ’ ἐγώ, φησὶν ὁ Λεωνίδης, εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας· πολλοῖς δ’ ἀντιλέγειν κατὰ τὸν Πάριον Εὔηνον ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δ’ ἀντιλέγειν οὐκέτι τοῦτ’ ἐν ἔθει· καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός; ᾽ σοὶ μὲν ταῦτα· δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε τοὺς ξυνετοὺς δ’ ἄν τις πείσειε τάχιστα λέγων εὖ, οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.
5 ἐπὶ τοῦ σκεύους οὖν εἴρηκεν, ὦ φιλότης Μυρτίλε προήρπασα γάρ σου τὸν λόγον, Ἀντιφάνης Βοιωτίδι· καλέσας τε παρατίθησιν ἐν παροψίδι. καὶ Ἄλεξις ἐν Ἡσιόνη ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο φέροντας εἴσω ποικίλων παροψίδων κόσμου βρύουσαν, οὐκέτ’ εἰς ἔμ’ ἔβλεπεν. καὶ ὁ τὰ εἰς Μάγνητα ἀναφερόμενα ποιήσας ἐν Διονύσῳ πρώτῳ· ι καὶ ταῦτα μέν μοι τῶν κακῶν παροψίδες. Ἀχαιὸς δ’ ἐν Αἴθωνι σατυρικῷ· κεκερματίσθω δ’ ἄλλα μοι παροψίδων κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα. Σωτάδης δ’ ὁ κωμικὸς Παραλυτρουμένῳ· παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ· τοῦτον μασᾶται, παρακατεσθίει δ’ ἐμέ. ἀμφιβόλως δ’ εἴρηται τὸ παρὰ τῷ Ξενοφῶντι ἐν πρώτῳ Παιδείας, φησὶ γὰρ ὁ φιλόσοφος ᾽ προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα καὶ παρὰ τῷ τὸν Χείρωνα δὲ πεποιηκότι τὸν εἰς Φερεκράτην ἀναφερόμενον ἐπὶ ἡδύσματος ἡ παροψὶς κεῖται καὶ οὐχ, ὡς Δίδυμος ἐν τῷ περὶ παρεφθορυίας λέξεως, ἐπὶ τοῦ ἀγγείου. φησὶ γάρ· νὴ τὸν Δί᾽ οὗτοί γ’ ὥσπερ αἱ παροψίδες τὴν αἰτίαν ἔχουσ’ ἀπὸ τῶν ἡδυσμάτων, αὐτοὺς δ’ ὁ καλέσας ἀξιοῖ τοῦ μηδενός. Νικοφῶν Σειρῆσιν ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι. Ἀριστοφάνης Δαιδάλῳ· πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος. Πλάτων Ἑορταῖς· ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες. περὶ βολβῶν δ’ ἀρτύσεως καὶ σκευασίας τὸν λόγοι ποιεῖται. οἱ δ’ Ἀττικοί, ὦ Συραττικὲ Οὐλπιανέ, καὶ ἔμβαμμα λέγουσιν, ὡς Θεόπομπος ἐν Εἰρήνῃ· ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme