Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

35 ὀψάριον δὲ τῶν μὲν ζώντων ἡμεῖς λέγομεν, ἀτὰρ καὶ Πλάτων ἐπὶ τοῦ ἰχθύος ἐν Πεισάνδρῳ· ἤδη φαγών τι πώποθ᾽, οἷα γίνεται, ὀψάριον ἔκαμες καὶ προσέστη τοῦτό σοι; β. ἔγωγε πέρυσι κάραβον φαγών. Φερεκράτης Αὐτομόλοις· τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν. . Φιλήμων Θησαυρῷ· οὔκ ἔστιν, ὄλεθρε, σε παραλογίσασθ’ ὧδ’ ἔχοντ᾽ ὀψάρι’ ἄχρηστα. Μένανδρος Καρχηδονίῳ· ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον ὀψάριον οὐδὲν ἔλαβον· ἑψήσω φακῆν, καὶ ἐν Ἐφεσίῳ · ἐπ’ ἀρίστῳ λαβὼν ὀψάριον. εἶτ’ ἐπιφέρει· τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων δραχμῶν ἐπώλει κωβιούς. Ἀναξίλας Ὑακίνθῳ πορνοβοσκῷ· ἐγὼ δ’ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω ι καὶ μετ’ ὀλίγα· σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν. τὸ δὲ ἐν Ἀναγύρῳ Ἀριστοφάνους· εἰ μὴ παραμυθῇ μ’ ὀψαρίοις ἑκάστοτε, ἀντὶ τοῦ προσοψήμασιν ἀκούομεν. καὶ γὰρ Ἄλεξις ἐν Παννυχίδι περιθεὶς μαγείρῳ τὸν λόγον φησὶν θερμοτέροις χαίροις σύ γ’ ἂν τοῖς ὀψαρίοις ἢ τὸ μέσον ἢ κατωτέρω; β. κατωτέρω; τί λέγεις σύ; α. ποδαπὸς οὑτοσὶ ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν ψυχρά σοι ἅπαντα παραθῶ; β. μηδαμῶς. α. ζέοντα δέ; β. Ἄπολλον. α. οὐκοῦν τὸ μέσον ἔστω; β. δηλαδή. α. τοῦθ’ ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ . β. οὐκ οἴομ’ οὐδ’ ἄλλ’ οὐδὲν ὧν σὺ νῦν ποιεῖς. α. ἐγὼ δ’ ἐρῶ σοι· τοῖς γὰρ ἑστιωμένοις τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως. β. σὺ πρὸς θεῶν ἔθυσας οἶμαι τὸν ἔριφον μὴ κόπτ’ ἔμ᾽, ἀλλὰ τὰ κρέα. α. παῖδες, παράγετε· ὀπτάνιον ἔστιν; β. ἔστι. α. καὶ κάπνην ἔχει; β. δηλονότι. α. μή μοι δῆλον, ἀλλ’ ἔχει κάπνην; β. ἔχει. α. κακόν, εἰ τύφουσαν. β. ἀπολεῖ μ᾽· οὑτοσί. ταῦτὰ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme