Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

36 ταῦτά σοι παρ’ ἡμῶν τῶν ζώντων, ὀλβιογάστορ Οὐλπιανέ, ἀπεμνημόνευσα. καὶ σὺ γάρ, ὡς ἔοικε, μετ’ ἐμοῦ κατὰ τὸν Ἄλεξιν οὐδενὸς ἐμψύχου μεταλαμβάνεις, ὅς φησιν ἐν Ἀτθίδι τάδε (II 308)· ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς ἔμψυχον οὐδὲν ἐσθίει σοφός τις ἦν. ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν ἔμψυχον· ἰχθῦς ἐπριάμην τεθνηκότας μεγάλους, κρεᾴδι’ ἀρνὸς ἐσθίειν πίονος, οὐ ζῶντος· οὐχ οἷόν τε γάρ. τί ἄλλο; ναί, ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν δείξῃ τις ἢ φωνήν τι ἢ ψυχὴν ἔχον, ἀδικεῖν προσομολογῶ παραβαίνων τὸν νόμον. ἐπὶ τούτοις οὖν ἔασον ἡμᾶς δειπνεῖν. ἰδοὺ γάρ, ἕως πρὸς σὲ διαλέγομαι, καὶ οἱ ΦΑΣΙΑΝΙΚΟΙ παραπεπλεύκασιν ὑπεριδόντες ἡμᾶς διὰ τὴν ἄκαιρόν σου γλωσσαλγίαν.’ ‘ἀλλ’ ἢν ἐμοὶ εἴπῃς’, ἔφη ὁ Οὐλπιανός, ‘διδάσκαλε Μυρτίλε, ὁ ὀλβιογάστωρ σοι πόθεν καὶ εἰ φασιανικῶν τις ὀρνίθων μέμνηται τῶν παλαιῶν, ἐγώ σοι ἦρι μάλ’ οὐκ ἐφ᾽ Ἑλλήσποντον πλεύσας (Hom. Ι 360), ἀλλ’ εἰς τὴν ἀγορὰν πορευθεὶς ὠνήσομαι φασιανικόν, ὃν συγκατέδομαί σοι.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme