Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

37 καὶ ὁ Μυρτίλος ‘ἐπὶ ταύταις, ἔφη, ταῖς συνθήκαις λέγω. τοῦ μὲν ὀλβιογάστορος Ἄμφις μέμνηται ἐν Γυναικομανίᾳ οὑτωσὶ λέγων (II 238 K)· Εὐρύβατε κνισολοῖχε, .. οὐκ ἔσθ’ ὅπως οὐκ ὀλβιογάστωρ εἶ σύ. φασιανικοῦ δὲ ὄρνιθος ὁ ἥδιστος Ἀριστοφάνης ἐν δράματι Ὄρνισιν. Ἀττικοὶ δ’ εἰσὶ δύο πρεσβῦται ὑπὸ ἀπραγμοσύνης πόλιν ζητοῦντες ἐν ᾗ κατοικήσουσιν ἀπράγμονα· καὶ αὐτοῖς ἀρέσκει ὁ βίος ὁ μετ’ ὀρνίθων. ἔρχονται οὖν ὡς τοὺς ὄρνιθας καὶ αἰφνίδιον αὐτοῖς ἐπιπτάντος ἑνὸς τῶν ὀρνίθων ἀγρίου τὴν ὄψιν, δείσαντες ἑαυτοὺς παραμυθούμενοι λέγουσι τά τ’ ἄλλα καὶ τάδε (v. 67)· ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς; Β. Ἐπικεχοδὼς ἔγωγε φασιανικός. καὶ τὸ ἐν Νεφέλαις δὲ ἐπὶ τῶν ὀρνίθων ἔγωγε ἀκούω καὶ οὐκ ἐπὶ ἵππων ὡς πολλοί (v. 109)· τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας. δύναται γὰρ ὁ Λεωγόρας καὶ ἵππους τρέφειν καὶ ὄρνεις φασιανούς. κωμῳδεῖται γὰρ ὁ Λεωγόρας ὡς γαστρίμαργος ὑπὸ Πλάτωνος ἐν Περιαλγεῖ (I 629 K). Μνησίμαχος δ’ ἐν Φιλίππῳ (εἷς δὲ καὶ οὗτός ἐστι τῶν τῆς μέσης κωμῳδίας ποιητῶν) φησί (II 442 K)· καὶ τὸ λεγόμενον, σπανιώτερον πάρεστιν ὀρνίθων γάλα καὶ φασιανὸς ἀποτετιλμένος καλῶς. Θεόφραστος δὲ ὁ Ἐρέσιος, Ἀριστοτέλους μαθητής, ἐν τῇ γʹ περὶ ζῴων (fr. 180 W) μνημονεύων αὐτῶν οὑτωσί πως λέγει· ‘ἐστὶ δὲ καὶ τοῖς ὄρνισι τοιαύτη διαφορά· τὰ μὲν γὰρ βαρέα καὶ μὴ πτητικά, καθάπερ ἀτταγήν, πέρδιξ, ἀλεκτρυών, φασιανός, εὐθὺς βαδιστικὰ καὶ δασέα.’ καὶ Ἀριστοτέλης ἐν ὀγδόῃ ζῴων ἱστορίας γράφει τάδε (p. 633a 29)· ‘εἰσὶ δὲ τῶν ὀρνίθων οἳ μὲν κονιστικοί, οἳ δὲ λοῦνται, οἳ δὲ οὔτε κονιστικοὶ οὔτε λοῦνται. ὅσοι δὲ μὴ πτητικοί, ἀλλ᾽ ἐπίγειοι, κονιστικοί, οἷον ἀλεκτορίς, πέρδιξ, ἀτταγήν, φασιανός, κορυδαλλός.’ μνημονεύει δ’ αὐτῶν καὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων. φασιανὸν δὲ οὗτοι κεκλήκασιν αὐτὸν καὶ οὐ φασιανικόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme