Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

39 ἀτταγᾶς . Ἀριστοφάνης Πελαργοῖς· ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας. Ἀλέξανδρος δ’ ὁ Μύνδιός φησιν ὅτι μικρῷ μὲν μείζων ἐστὶ πέρδικος, ὅλος δὲ κατάγραφος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χρόαν, ὑποπυρρίζων μᾶλλον, θηρεύεται δ’ ὑπὸ κυνηγῶν διὰ τὸ βάρος καὶ τὴν τῶν πτερῶν βραχύτητα. ἐστὶ δὲ κονιστικὸς πολύτεκνός τε καὶ σπερμολόγος. Σωκράτης δ’ ἐν τῷ περὶ ὅρων καὶ τόπων καὶ πυρὸς καὶ λίθων ἐκ τῆς Λυδίας μετακομισθέντες, φησίν, εἰς Αἴγυπτον οἱ ἀτταγαῖ καὶ ἀφεθέντες εἰς τὰς ὕλας ἕως μέν τινος ὄρτυγος φωνὴν ἀφίεσαν, ἐπεὶ δὲ τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο, οὐ διέλιπον σαφέστερον τῶν παίδων τῶν τρανοτάτων ἕως νῦν λέγοντες ᾽ τρὶς τοῖς κακούργοις κακά. συλληφθέντες δὲ οὐ μόνον οὐ τιθασεύονται, ἀλλ᾽ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν. ἐὰν δὲ ἀφεθῶσι, φωνήεντες πάλιν γίγνονται. μνημονεύει αὐτῶν Ἱππῶναξ οὕτως · οὐδ’ ἀτταγᾶς τε καὶ λαγὼς διατρώγων. καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν ἐν δ’ Ἀχαρνεῦσιν καὶ ὡς πλεοναζόντων αὐτῶν ἐν τῇ Μεγαρικῇ. περισπῶσι δ’ οἱ Ἀττικοὶ παρὰ τὸν ὀρθὸν λόγον τοὔνομα. τὰ γὰρ εἰς ας λήγοντα ἐκτεταμένον ὑπὲρ δύο συλλαβὰς ὅτε ἔχει τὸ ἄλφα παραλῆγον, βαρύτονά ἐστιν, οἷον ἀκάμας, Σακάδας, ἀδάμας. λεκτέον δὲ καὶ ἀτταγαῖ καὶ οὐχὶ ἀτταγῆνες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme