Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

41 ΠΕΡΔΙΞ. τούτων πολλοὶ μὲν μέμνηνται, ὡς καὶ Ἀριστοφάνης. τοῦ δὲ ὀνόματος αὐτῶν ἔνιοι συστέλλουσι τὴν μέσην συλλαβήν, ὡς Ἀρχίλοχος (fr. 106 B4)· πτώσσουσαν ὥστε πέρδικα. οὕτως καὶ ὄρτυγα καὶ χοίνικα, πολὺ δέ ἐστι τὸ ἐκτεινόμενον παρὰ τοῖς Ἀττικοῖς. Σοφοκλῆς Καμικοῖς (fr. 301 N)· ὄρνιθος ἦλθ’ ἐπώνυμος πέρδικος ἐν κλεινοῖς Ἀθηναίων πάγοις. Φερεκράτης ἢ ὁ πεποιηκὼς τὸν Χείρωνα (I 192 K)· ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον. Φρύνιχος Τραγῳδοῖς (I 384 K)· τὸν Κλεόμβροτόν τε τοῦ Πέρδικος υἱόν. τὸ δὲ ζῷον ἐπὶ λαγνείας συμβολικῶς παρείληπται. Νικοφῶν ἐν Χειρογάστορσι (I 779 K)· τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους. Ἐπίχαρμος δ’ ἐν Κωμασταῖς βραχέως (p. 244 L)· σηπίας τ’ ἆγον νεούσας πέρδικάς τε πετομένους. φησὶ δ’ Ἀριστοτέλης περὶ τοῦ ζῴου τάδε (p. 287 R)· ‘ὁ πέρδιξ ἐστὶ μὲν χερσαῖος, σχιδανόπους, ζῇ δὲ ἔτη πεντεκαίδεκα, ἡ δὲ θήλεια καὶ πλείονα. πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα. ἐπῳάζει δὲ καὶ ἐκτρέφει καθάπερ ἡ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοττιᾶς κυλινδεῖται παρὰ τὰ σκέλη τοῦ θηρεύοντος, ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι, ἐξαπατᾷ τε ἕως ἂν ἀποπτῶσιν οἱ νεοττοί· εἶτα καὶ αὐτὸς ἐξίπταται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme