Book 9
43
καλοῦνται δ’ οἱ πέρδικες ὑπ’ ἐνίων κακκάβαι, ὡς καὶ ὑπ᾽ Ἀλκμᾶνος λέγοντος οὕτως (fr. 25 B4)· ἔπη τάδε καὶ μέλος Ἀλκμὰν εὗρε γεγλωσσάμενον κακκαβίδων στόμα συνθέμενος, σαφῶς ἐμφανίζων ὅτι παρὰ τῶν περδίκων ᾄδειν ἐμάνθανε. διὸ καὶ Χαμαιλέων ὁ Ποντικὸς ἔφη (fr. 24 Koepke) ‘τὴν εὕρεσιν τῆς μουσικῆς τοῖς ἀρχαίοις ἐπινοηθῆναι ἀπὸ τῶν ἐν ταῖς ἐρημίαις ᾀδόντων ὀρνίθων· ὧν κατὰ μίμησιν λαβεῖν στάσιν τὴν μουσικήν. οὐ πάντες δ’ οἱ πέρδικες, φησί, κακκαβίζουσιν· Θεόφραστος γοῦν ἐν τῷ περὶ ἑτεροφωνίας τῶν ὁμογενῶν (fr. 181 W) ‘οἱ Ἀθήνησι, φησίν, ἐπὶ τάδε πέρδικες τοῦ Κορυδαλλοῦ πρὸς τὸ ἄστυ κακκαβίζουσιν, οἱ δ’ ἐπέκεινα τιττυβίζουσιν.’ Βάσιλις δ’ ἐν τῷ δευτέρῳ τῶν Ἰνδικῶν (FHG IV 346) ‘οἱ μικροί, φησίν, ἄνδρες οἱ ταῖς γεράνοις διαπολεμοῦντες πέρδιξιν ὀχήματι χρῶνται.’ Μενεκλῆς δ’ ἐν πρώτῃ τῆς Συναγωγῆς (FHG IV 450) ‘οἱ Πυγμαῖοι, φησί, τοῖς πέρδιξι καὶ ταῖς γεράνοις πολεμοῦσι.’ τῶν δὲ περδίκων ἐστὶν ἕτερον γένος ἐν Ἰταλίᾳ ἀμαυρὸν τῇ πτερώσει καὶ μικρότερον τῇ ἕξει, τὸ ῥύγχος οὐχὶ κινναβάρινον ἔχον. οἱ δὲ περὶ τὴν Κίρραν πέρδικες ἄβρωτον ἔχουσι τὸ κρέας διὰ τὰς νομάς. οἱ δὲ περὶ τὴν Βοιωτίαν ἢ οὐ διαβαίνουσιν εἰς τὴν Ἀττικὴν ἢ διαβαίνοντες τῇ φωνῇ διάδηλοι γίγνονται, καθάπερ προειρήκαμεν (Litt. a). τοὺς δὲ περὶ Παφλαγονίαν γιγνομένους πέρδικάς φησι Θεόφραστος (fr. 182 W) δύο ἔχειν καρδίας. οἱ δ’ ἐν Σκιάθῳ τῇ νήσῳ κοχλίας ἐσθίουσι. τίκτουσι δ’ ἐνίοτε καὶ πεντεκαίδεκα καὶ ιϚʹ. πέτονται δὲ ἐπὶ βραχύ, ὥς φησι Ξενοφῶν ἐν πρώτῳ Ἀναβάσεως γράφων οὕτως (I 5, 3)· ‘τὰς δὲ ὠτίδας ἄν τις ταχὺ ἀνιστῇ ἔστι λαμβάνειν· πέτονταί τε γὰρ βραχὺ ὥσπερ οἱ πέρδικες καὶ ταχὺ ἀπαγορεύουσι. τὰ δὲ κρέα αὐτῶν ἡδέα ἐστίν.’