Book 9
52
νῆτται. τούτων, ὥς φησιν Ἀλέξανδρος ὁ Μύνδιος, ὁ ἄρρην μείζων καὶ ποικιλώτερος. τὸ δὲ λεγόμενον γλαυκίον διὰ τὴν τῶν ὀμμάτων χρόαν μικρῷ ἔλαττόν ἐστι νήττης. τῶν δὲ βοσκάδων καλουμένων ὁ μὲν ἄρρην κατάγραφος ἐστὶ δὲ ἧττον’ νήττης. ἔχουσι δὲ οἱ ἄρρενες σιμά τε καὶ ἐλάττονα τῇ συμμετρίᾳ τὰ ῥύγχη, ἡ δὲ μικρὰ κολυμβίς, πάντων ἐλαχίστη τῶν ἐνύδρων, ῥυπαρομέλαινα τὴν χροιὰν καὶ τὸ ῥύγχος ὀξὺ ἔχει σκέπον τε τὰ ὄμματα, τὰ δὲ πολλὰ καταδύεται, ἔστι δὲ καὶ ἄλλο γένος βοσκάδων μεῖζον μὲν νήττης, ἔλαττον δὲ χηναλώπεκος. αἱ δὲ λεγόμεναι φασκάδες μικρῷ μείζονες οὖσαι τῶν μικρῶν κολυμβίδων τὰ λοιπὰ νήτταις εἰσὶ παραπλήσιοι, ἡ δὲ λεγομένη οὐρία οὐ πολὺ λείπεται νήττης, τῷ χρώματι δὲ ῥυπαροκέραμὸς ἐστι, τὸ δὲ ῥύγχος μακρόν τε καὶ στενὸν ἔχει. ἡ δὲ φαλαρὶς καὶ αὐτὴ στενὸν ἔχουσα τὸ ῥύγχος στρογγυλωτέρα τὴν ὄψιν οὖσα ἔντεφρος τὴν γαστέρα, μικρῷ μελαντέρα τὸν νῶτον. τῆς δὲ νήττης καὶ κολυμβάδος, ἀφ’ ὧν καὶ τὸ νήχεσθαι καὶ κολυμβᾶν εἴρηται, μνημονεύει μετὰ καὶ ἄλλων λιμναίων πολλῶν Ἀριστοφάνης ἐν ᾽ Ἀχαρνεῦσι διὰ τούτων· νάσσας, κολοιούς, ἀτταγᾶς, φαλαρίδας, τροχίλους, κολύμβους. μνημονεύει αὐτῶν καὶ Καλλίμαχος ἐν τῷ περὶ ὀρνέων.