Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

53 συγκεκνισωμένων δέ τινων κρεῶν ζωμῷ καὶ παραφερομένων ἐπεί τις ἔφη ‘τῶν ΠΝΙΚΤΩΝ κρεᾳδίων δός’, ὁ τῶν ὀνομάτων Δαίδαλος Οὐλπιανὸς ‘αὐτὸς ἐγώ, φησίν, ἀποπνιγήσομαι, εἰ μὴ εἴπῃς ὅπου καὶ σὺ εὗρες τὰ τοιαῦτα κρεᾴδια. οὐ μὴ γὰρ ὀνομάσω πρὶν μαθεῖν.’ ὃ δὲ ‘Στράττις εἶπεν, ἔφη, ἐν Μακεδόσιν ἢ Παυσανίᾳ (I 719 K)· ‘πνικτόν τι τοίνυν ἔστω σοι συχνὸν τοιοῦτον’. καὶ Εὔβουλος Κατακολλωμένῳ (II 180 K)· καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα. Ἀριστοφάνης τ’ εἴρηκεν ἐν Σφηξίν (v. 511)· ‘ἐν λοπάδι πεπνιγμένον.’ Κρατῖνος δ’ ἐν Δηλιάσι (I 21 K)· τῷ δ’ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως. Ἀντιφάνης δ’ ἐν Ἀγροίκῳ (II 12 K)· καὶ πρῶτα μὲν αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον· ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη, χλόην καταμπέχοντα σάρκα νεογενῆ. Β. τί λέγεις; Α. τραγῳδίαν περαίνω Σοφοκλέους.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme