Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

59 ψύαι. ὁ τὴν τῶν Ἀτρειδῶν κάθοδον πεποιηκὼς ἐν τῷ τρίτῳ φησίν ἶσον δ’ Ἑρμιονεὺς ποσὶ καρπαλίμοισι μετασπὼν ψοίας ἔγχει νύξε. Σιμάριστος δ’ ἐν τρίτῳ Συνωνύμων οὕτως γράφει· ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι ψύαι. τὰ δ’ ἑκατέρωθεν κοιλώματα λέγουσι κύμβους ἢ γλήνας. Κλέαρχος δ’ ἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί· σάρκες μυωταὶ καθ᾽ ἑκάτερον μέρος, ἃς οἱ μὲν ψύας, οἱ δὲ ἀλώπεκας, οἱ δὲ νεφρομήτρας καλοῦσι. μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ὁ ἱερώτατος. ὠνομάσθησαν δ’ οὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι ἢ οἷόν τις ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα. μνημονεύει αὐτῶν καὶ Εὔφρων ὁ κωμικὸς ἐν Θεωροῖς· λοβὸς τίς ἐστι καὶ ψόαι καλούμεναι· ταύτας ἐπιτεμὼν πρὶν θεωρῆσαι μαθών
60 οὖθαρ. Τηλεκλείδης Στερροῖς· ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ. ʽ Ἡρόδοτος δ’ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησιν σπανίως δ’ ἔστιν εὑρεῖν τὸ οὖθαρ ἐπὶ τῶν ἄλλων ζῴων λεγόμενον. ὑπογάστριον δὲ μόνον ὡς ἐπὶ τῶν ἰχθύων λέγεται. Στράττις Ἀταλάντῃ· ὑπογάστριον θύννου τι κἀκροκώλιον. Θεόπομπος Καλλαίσχρῳ · ἰχθύων δὲ δὴ ὑπογάστρι᾽, ὦ Δάματερ. ἐν δὲ Σειρῆσιν ὑπήτρια καλεῖ τὰ ὑπογάστρια λέγων οὕτως· θύννων τε λευκῶν Σικελικῶν ὑπήτρια·
61 λαγὼς , περὶ τούτου ὁ μὲν ὀψοδαίδαλος Ἀρχέστρατος οὕτως φησί· τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέμιστες σκευασίας εἰσίν. κεῖνος δ’ οὖν ἐστιν ἄριστος, ἂν πίνουσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ, θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου μικρὸν ἐνωμότερον. μὴ λυπείτω δὲ σ’ ὁρῶντα ἰχῶρα στάζοντα κρεῶν, ἀλλ’ ἔσθιε λάβρως. αἱ δ’ ἄλλαι περίεργοι ἔμοιγ’ εἰσὶν διὰ παντὸς σκευασίαι γλοιῶν καταχύσματα καὶ κατάτυρα καὶ κατέλαια λίαν, ὥσπερ γαλεοψοποιούντων. Ναυσικράτης δ’ ὁ κωμῳδιοποιὸς ἐν Περσίδι σπανίως, φησίν, ἔστιν εὑρεῖν δασύποδα περὶ τὴν Ἀττικήν· λέγει δὲ ὧδε· ἐν τῇ γὰρ Ἀττικῇ τίς εἶδε πώποτε λέοντας ἢ τοιοῦτον ἕτερον θηρίον; οὗ δασύποδ’ εὑρεῖν ἐστιν οὐχὶ ῥᾴδιον. Ἀλκαῖος δ’ ἐν Καλλιστοῖ καὶ ὡς πολλῶν ὄντων ἐμφανίζει διὰ τούτων κορίαννον ἵνα τί λεπτόν; β. ἵνα τοὺς δασύποδας οὓς ἂν λάβωμεν ἁλσὶ διαπάττειν ἔχῃς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme