Book 9
66
περιεφέροντο καὶ ΕΡΙΦΟΙ πολλάκις ποικίλως ἐσκευασμένοι· ἄλλοι δὲ καὶ πολὺ τοῦ ὀποῦ ἔχοντες, οἵτινες οὐ τὴν τυχοῦσαν ἡδονὴν παρεῖχον ἡμῖν. καὶ γὰρ τὸ τοῦ αἰγὸς κρέας τροφιμώτατόν ἐστι. Κλειτόμαχος γοῦν ὁ Καρχηδόνιος οὐδενὸς δεύτερος τῶν ἀπὸ τῆς νέας Ἀκαδημείας κατὰ τὴν θεωρίαν ὢν Θηβαῖόν τινα ἀθλητὴν ὑπερβαλεῖν ἰσχύι φησὶ τοὺς καθ’ ἑαυτὸν κρέασιν αἰγείοις χρώμενον. εὔτονοι γὰρ καὶ γλίσχροι οἱ χυμοὶ καὶ πολὺν χρόνον ὑπομένειν ἐν τοῖς ὄγκοις δυνάμενοι. ἐσκώπτετο δὲ ὁ ἀθλητὴς διὰ τὴν ἀπὸ τῶν ἱδρώτων δυσωδίαν. τὰ δ’ ὕεια καὶ ἄρνεια κρέα ἀδιαπόνητα ταῖς ἕξεσιν ὑπάρχοντα ῥᾷστα φθείρεται διὰ τὴν πιμελήν.
66
τὰ δὲ παρὰ τοῖς κωμῳδιοποιοῖς λεγόμενα δεῖπνα ἡδίστην ἀκοὴν παρέχει τοῖς ὠσὶ μᾶλλον ἢ τῇ φάρυγγι, ὥσπερ τὰ παρὰ Ἀντιφάνει μὲν ἐν Ἀκεστρίᾳ (II 17 K)· κρέας δὲ τίνος ἥδιστ’ ἂν ἐσθίοις (φησίν) ; Β. τίνος; εἰς εὐτέλειαν. τῶν προβάτων μὲν οἷς ἔνι μήτ’ ἔρια μήτε τυρός, ἀρνός, φίλτατε. τῶν δ’ αἰγιδίων κατὰ ταὔθ’ ἃ μὴ τυρὸν ποιεῖ, ἐρίφου. διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν ταῦτ’ ἐσθίων τὰ φαῦλ’ ἀνέχομαι. ἐν δὲ Κύκλωπί φησι (II 65 K)· τῶν χερσαίων δ’ ὑμῖν ἥξει παρ’ ἐμοῦ ταυτί· βοῦς ἀγελαῖος, τράγος ὑλιβάτης, αἲξ οὐρανία, κριὸς τομίας, κάπρος ἐκτομίας, ὗς οὐ τομίας, δέλφαξ, δασύπους, ἔριφοι, .... τυρὸς χλωρός, τυρὸς ξηρός, τυρὸς κοπτός, τυρὸς ξυστός, τυρὸς τμητός, τυρὸς πηκτός.