Book 9
69
καὶ ὁ παρὰ Διονυσίῳ δὲ ἐν Θεσμοφόρῳ μάγειρος, ἄνδρες δαιταλεῖς (οὐ χεῖρον γὰρ καὶ τούτου μνησθῆναἰ, τί φησίν; σφόδρα μοι κεχάρισαι, Σιμία. νὴ τοὺς θεούς, ταυτὶ προείπας τὸν μάγειρον εἰδέναι πολὺ δεῖ γὰρ αἰεὶ πρότερον οἷς μέλλει ποιεῖν τὸ δεῖπνον ἢ τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν. ἂν μὲν γάρ ἕν τις τοῦτ’ ἐπιβλέψῃ μόνον, τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα τρόπον παραθεῖναι δ’ ἢ πότ’ ἢ πῶς σκευάσαι δεῖ, μὴ προίδηται τοῦτο μηδὲ φροντίσῃ, οὐκέτι μάγειρος, ὀψοποιός ἐστι δέ. οὐ ταὐτὸ δ’ ἐστὶ τοῦτο, πολὺ διήλλαχεν. ὡς οὐ στρατηγὸς πᾶς καλεῖθ’ ὃς ἂν λάβῃ δύναμιν, ὁ μέντοι δυνάμενος κἀν πράγμασιν ἀναστραφῆναι καὶ διαβλέψαι τί που στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον, οὕτως ἐφ’ ἡμῖν σκευάσαι μὲν ἢ τεμεῖν ἡδύσμαθ’ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ ὁ τυχὼν δύναιτ’ ἄν· ὀψοποιὸς οὖν μόνον ἐστὶν ὁ τοιοῦτος, ὁ δὲ μάγειρος ἄλλο τι. συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν δειπνοῦντα, πότε δεῖ καί τίν’ ἰχθὺν ἀγοράσαι, οὐ τοῦ τυχόντος, πάντα μὲν λήψει σχεδὸν αἰεὶ γάρ· οὐκ αἰεὶ δὲ τὴν τούτων χάριν ἔχεις ὁμοίαν οὐδ’ ἴσην τὴν ἡδονήν. Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον. τὰ πολλὰ δ’ ἠγνόηκε κοὐδὲ ἓν λέγει. μὴ πάντ’ ἄκουε μηδὲ πάντα μάνθανε. τῶν βιβλίων ἔσθ’ ἕνεκα τὰ περὶ τὴν τέχνην κενὰ μᾶλλον ἢ τόθ’ ὅτ’ οὐδέπω γεγραμμέν’ ἦν. οὐδ’ ἔστιν εἰπεῖν περὶ μαγειρικῆς, ἐπεὶ εἶπ’ ἀρτίως ὅρον γὰρ οὐκ ἔσχηκεν οὐδὲ κύριον αὐτὴ δ’ ἑαυτῆς ἐστι δεσπότης. ἐὰν δ᾽ εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τέχνης καιρὸν δ’ ἀπολέσῃς, παραπόλωλεν ἡ τέχνη. σιμ. ἄνθρωπε, μέγας εἶ. α. τουτονὶ δ᾽, ὃν ἀρτίως ἔφης ἔχοντα πεῖραν ἥκειν πολυτελῶν πολλῶν τε δείπνων, ἐπιλαθέσθαι, Σιμία, πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον παραθῶ τε δεῖπνον ὄζον αὔρας Ἀττικῆς. ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντ’ ἔτι φορτηγικῶν μοι βρωμάτων κἀγωνίας τἠμῇ ποιήσω νυστάσαι παροψίδι.