Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

73 .᾽ αὕτη παρ’ ἡμῶν, Οὐλπιανέ, ἡ βαλλητύς. σὺ δ’ ὅταν βουληθῇς ἐρεῖς περὶ τῆς Ἐλευσῖνι. καὶ ὁ Οὐλπιανός· ἀλλά με ἀνέμνησας, καλὲ Δημόκριτε, μνησθεὶς χύτρας ποθοῦντα μαθεῖν πολλάκις τίς ἡ Τηλεμάχου καλουμένη χύτρα καὶ τίς ὁ Τηλέμαχος. καὶ ὁ Δημόκριτος ἔφη; Τιμοκλῆς ὁ τῆς κωμῳδίας ποιητὴς ἦν δὲ καὶ τραγῳδίας ἐν μὲν δράματι Λήθῃ φησί· μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε. καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ ἔπειτα ᾽χρῆσόν μοι σύ, φησί, τὰς χύτρας ἐν αἷσιν ἕψεις τοὺς κυάμους καὶ ταῦτά γε ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν ἐπόππυσ᾽, εἶτ’ ἐκέλευσε πέμπειν σαργάνας. ὅτι δὲ καὶ τῶν δήμων Ἀχαρνεὺς ὁ Τηλέμαχος ὁ αὐτὸς ποιητής φησιν ἐν Διονύσῳ οὕτως· ὁ δ’ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ. οὗτος δ’ ἔοικε τοῖς νεωνήτοις Σύροις. β. πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι. α. θάργηλον ἀγκάλῃ κυάμων χύτραν φέρει. ἐν δ’ Ἰκαρίοις σατύροις φησίν· ὥστ’ ἔχειν οὐδὲν παρ’ ἡμῖν. νυκτερεύσας δ’ ἀθλίως πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος βδέων παντελῶς ἔπνιξεν ἡμᾶς, εἶθ’ ὁ λιμὸς ἥπτετο. εἶτ’ ἐφερόμην πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ οὐδ’ ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ’ ὄνος ἡμᾶς ὡς ὁρᾷ, ὡσπερεὶ ὁ Κηφισόδωρος περὶ τὸ βῆμ᾽, ἐπέρδετο. ἐκ τούτων δῆλόν ἐστιν ὅτι Τηλέμαχος κυάμων χύτρας ἀεὶ σιτούμενος ἦγε Πυανέψια πορδὴν ἑορτήν.
74 ἔτνους δὲ κυαμίνου μνημονεύει Ἡνίοχος ὁ κωμικὸς ἐν Τροχίλῳ λέγων οὕτως· πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς, ὅσῳ διαφέρει σῦκα καρδάμων, σὺ δὲ Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι; β. καὶ πρᾶγμά γ’ ἠρώτα με δυστράπελον πάνυ, ἔχον δὲ πολλὰς φροντίδων διεξόδους. α. λέγ’ αὐτό· καὶ γὰρ οὐκ ἀγέλοιὸν ἐστ’ ἴσως. β. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα φυσᾷ, τὸ δὲ πῦρ οὔ. α. χάριεν οἷς γινώσκεται τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δ’ ἀεί ποτε περί τοὺς κυάμους ἔσθ’ οὗτος ὁ σοφιστὴς γέλως. τοιούτων οὖν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme