Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 9

10 Ἀθήνησι δὲ καὶ ταῖς τετοκυίαις κράμβη παρεσκευάζετο ὥς τι ἀντιφάρμακον εἰς τροφήν. Ἔφιππος γοῦν ἐν Γηρυόνῃ φησίν (II 251 K)· ἔπειτα πῶς οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν, οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαισμένην πνίγειν τε παχέων ἀρνίων στηθύνια τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις κοινῇ τε χναύειν τευθίσιν σηπίδια πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας. Ἀντιφάνης δ’ ἐν Παρασίτῳ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται ἐν τούτοις (II 86 K)· οἷα δ’ ἐστὶν οἶσθα νῦν· ἄρτοι, σκόροδα, τυρός, πλακοῦντες, πράγματα ἐλευθέρι᾽, οὐ τάριχος οὐδ’ ἡδύσμασιν ἄρνεια καταπεπασμέν’ οὐδὲ θρυμματὶς τεταραγμένη καὶ λοπάδες ἀνθρώπων φθοραί. καὶ μὴν ῥαφάνους γ’ ἕψουσι λιπαράς, ὦ θεοί, ἔτνος θ’ ἅμ’ αὐταῖς πίσινον. Δίφιλος δ’ ἐν Ἀπλήστῳ (II 544 K)· ἥκει φερόμεν’ αὐτόματα πάντα τἀγαθά, ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία ἁπαλώτατ᾽, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις ὅμοια πράγματ’ οὐδὲ ταῖς ....... θλασταῖς ἐλάαις. Ἀλκαῖος Παλαίστρᾳ (I 762 K)· ἤδη δ’ ἧψε χύτραν ῥαφάνων. Πολύζηλος δ’ ἐν Μουσῶν γοναῖς κράμβας αὐτὰς ὀνομάζων φησί (I 792 K)· ὑψιπέταλοί τε κράμβαι συχναί.
11 ΣΕΥΤΛΑ. τούτων φησὶν ὁ Θεόφραστος (h. pl. 7, 4, 4) εὐχυλότερον εἶναι τὸ λευκὸν τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον καὶ καλεῖσθαι Σικελικόν. ‘ἡ δὲ σευτλὶς ἕτερον, φησί, τοῦ τεύτλου ἐστί.’ διὸ καὶ Δίφιλος ὁ κωμῳδιοποιὸς ἐν Ἥρωι δράματι (II 557 K) ἐπιτιμᾷ τινι ὡς κακῶς λέγοντι καὶ ‘τὰ τεῦτλα τευτλίδας καλῶν’. Εὔδημος δ’ ἐν τῷ περὶ λαχάνων δʹ γένη φησὶν εἶναι τεύτλων, σπαστόν, καυλωτόν, λευκόν, πάνδημον· τοῦτο δ’ εἶναι τῇ χρόᾳ φαιόν. Δίφιλος δ’ ὁ Σίφνιος τὸ σευτλίον φησὶν εὐχυλότερον εἶναι τῆς κράμβης καὶ θρεπτικώτερον μετρίως· ἐκζεστὸν δὲ καὶ λαμβανόμενον μετὰ νάπυος λεπτυντικώτερον εἶναι καὶ ἑλμίνθων φθαρτικόν. εὐκοιλιώτερον δὲ τὸ λευκόν, τὸ δὲ μέλαν οὐρητικώτερον. ὑπάρχειν δ’ αὐτῶν καὶ τὰς ῥίζας εὐστομωτέρας καὶ πολυτροφωτέρας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme