37
ἅτʼ οὖν ἠθῶν μάλιστα φροντίδα πεποιημένοι οἱ παλαιοί, τὸ σεμνὸν καὶ ἀπερίεργον τῆς ἀρχαίας μουσικῆς προετίμων. Ἀργείους μὲν καὶ κόλασιν ἐπιθεῖναὶ ποτέ φασι τῇ εἰς τὴν μουσικὴν παρανομίᾳ ζημιῶσαί τε τὸν ἐπιχειρήσαντα πρῶτον ταῖς πλείοσι τῶν ἑπτὰ χρήσασθαι παρʼ, αὐτοῖς χορδῶν καὶ παραμιξολυδιάζειν ἐπιχειρήσαντα. Πυθαγόρας δʼ, ὁ σεμνὸς ἀπεδοκίμαζε τὴν κρίσιν τῆς μουσικῆς τὴν διὰ τῆς αἰσθήσεως νῷ γὰρ ληπτὴν τὴν ταύτης ἀρετὴν ἔφασκεν εἶναι. τοιγάρτοι τῇ μὲν ἀκοῇ οὐκ ἔκρινεν αὐτὴν τῇ δʼ ἀναλογικῇ ἁρμονίᾳ αὔταρκές τʼ, ἐνόμιζε τοῦ διὰ πασῶν στῆσαι τὴν τῆς μουσικῆς ἐπίγνωσιν.
38
οἱ δὲ νῦν τὸ μὲν κάλλιστον τῶν γενῶν, ὅπερ μάλιστα σεμνότητα παρὰ τοῖς ἀρχαίοις ἐσπουδάζετο, παντελῶς παρῃτήσαντο, ὥστε μηδὲ τὴν τυχοῦσαν ἀντίληψιν τῶν ἐναρμονίων διαστημάτων τοῖς πολλοῖς ὑπάρχειν·ν· οὕτω δʼ, ἀργῶζ; διάκεινται καὶ ῥᾳθύμως, ὥστε μηδʼ ἔμφασιν νομίζειν παρέχειν καθʼ ὅλου τῶν ὑπὸ τὴν αἴσθησιν πιπτόντων τὴν ἐναρμόνιον δίεσιν, ἐξορίζειν δʼ αὐτὴν ἐκ τῶν μελῳδημάτων πεφλυαρηκέναι τε τοὺς δόξαντάς τι περὶ τούτου καὶ τῷ γένει τούτῳ κεχρημένους. ἀπόδειξιν δʼ ἰσχυροτάτην τοῦ τἀληθῆ λέγειν φέρειν οἴονται μάλιστα μὲν τὴν αὑτῶν ἀναισθησίαν, ὡς πᾶν, ὅ τι περ ἂν αὐτοὺς ἐκφύγῃ, τοῦτο καὶ δὴ πάντως ἀνύπαρκτον ὂν παντελῶς καὶ ἄχρηστον εἶτα καὶ τὸ μὴ δύνασθαι ληφθῆναι διὰ συμφωνίας τὸ μέγεθος, καθάπερ τό τε ἡμιτόνιον καὶ τὸν τόνον καὶ τὰ λοιπὰ δὲ τῶν τοιούτων διαστημάτων. ἠγνοήκασι δʼ ὅτι καὶ τὸ τρίτον μέγεθος οὕτως ἂν καὶ τὸ πέμπτον ἐκβάλλοιτο καὶ τὸ ἕβδομον· ὧν τὸ μὲν τριῶν τὸ δὲ πέντε τὸ δʼ ἑπτὰ διέσεών ἐστι· καὶ καθόλου πάνθʼ ὅσα περιττὰ φαίνεται τῶν διαστημάτων ἀποδοκιμάζοιτʼ ἂν ὡς ἄχρηστα, παρʼ ὅσον οὐδὲν αὐτῶν διὰ συμφωνίας λαβεῖν ἔστι· ταῦτα δʼ ἂν εἴη, ὅσα ὑπὸ τῆς ἐλαχίστης διέσεως μετρεῖται περισσάκις, οἷς ἀκολουθεῖν ἀνάγκη καὶ τὸ μηδεμίαν τῶν τετραχορδικῶν διαιρέσεων χρησίμην εἶναι, πλὴν μόνην ταύτην, διʼ ἧς πᾶσιν ἀρτίοις χρῆσθαι διαστήμασι συμβέβηκεν αὕτη δʼ ἂν εἵη ἥ τε τοῦ συντόνου καὶ διατόνου καὶ ἡ τοῦ τονιαίου χρώματος.